Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐπ᾿ ἐξόδῳ τῆς λειτουργίας ὁ ἀνεψιός ἐστί μου. νόμος δὲ τὰ τελευταῖα καὶ μέγιστα εἶναι τῆς γε τοιαύτης λειτουργίας. ὁ δὲ καλῶς φροντίζων τῆς ὑπερβολῆς ὅπως ἐν ἑκάστῳ τῶν ποι- ουμένων αὐτὴ φανεῖται φροντιεῖ οὐ μόνον ἆθλα μείζω τῶν πρόσθεν τιθεὶς οὐδὲ πλείω θηρία φόνῳ διδούς, ἀλλὰ καὶ τῶν πρὸς ταῦτα ἀγωνιουμένων πολλαχόθεν ποιούμενος συλλογήν· τοῦτο γάρ ἐστιν ἀτεχνῶς τὸν κολοφῶνα ἐπιθεῖναι.

τῆς τοί- νυν διὰ τῶν κυνηγετῶν ὑπερβολῆς ἐν σοὶ τὸ πλεῖστον. τρέφει γὰρ ἡ Φοινίκη τοὺς τὰ τοιαῦτα δεινούς. οἷς εἰ μὲν σὺ βού- λοιο, χρησόμεθα· μὴ βουλομένου δὲ κατὰ τοῦτο χωλεύσομεν. καὶ μέμψεταί τις οὐχ ἡμᾶς τοὺς ἀτυχήσαντας, ἀλλὰ τὸν ἀμνη- μονοῦντα τῶν φίλων. ὡς μὲν γὰρ καλοῦμεν τοὺς ἐκεῖθεν καὶ παρ’ οὗ τὴν χάριν αἰτοῦμεν οὐδεὶς ἠγνόηκε· γιγνομένου δὲ [*](10 VII α΄, ρ(??)η΄, Va γ΄, ιε΄. Vo γ΄, ιε΄) [*](11 Sievers 83 not. 76. Seeck 71. 872. Silomon 42) [*](2 ἀπ᾿ reposui ὁ libris ὑπ Wolf Ι εἶδέν Va | γαννυθέντα scripai e VVo γανωθέντα Va sed ω in ras m 5, Wolf cf. Arist. Ach. 7 6 αὐτοῦ libri Wolf 6 καὶ(1) inserui e libria om Wolf) [*](8 τί V 12 ἐστιν Va | μου scripai μοι libri Wolf cf. p. 201, 19 13 sq. ὃς δὴ V ὃ δὴ VaVo sed in hoc ὁ δὲ supraacr m 3 15 αὐτῆ VaVo num αὑτῷ? 16 προσθετιθεῖς Va Ι πρόσθε Vo Wolf 18 τούτῳ V 24 παρ(??)υ Va)

199
ἡμῖν οὐδενὸς εἴσονται δι’ ὃν οὐ ·γίγνεται. τοῦτο δὲ σοὶ οὐ καλόν.

φιλεῖς τὴν Φοινίκην. οἶδα καὶ αὐτὸς καὶ μετ’ ἐμοῦ τοῦτο οἶδε γῆ τε καὶ θάλαττα. ἀλλὰ καὶ τοῦτο ἔστι τῆς Φοι- νίκης ἐρῶντος ἐᾶν ἡμᾶς εὖ ποιεῖν τηλικαύτην πόλιν. καὶ ἅμα ἤν τι θαυμαστὸν ἐργάζωνται σοφίᾳ κρατοῦντες τὴν τῶν θη- ῥίων φύσιν, ὁ θεατὴς ἐν τῇ τοῦ ἔργου ἡδονῇ τὴν Φοινίκην ἐπαινέσεται.