Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Αὐτὸν μὲν οὔπω τὸν ἄργυρον, τὰ δ’ ὑπὲρ τοῦ ἀπειλη- φέναι γράμματα Ναυμάχιος ἔπεμψεν ἔτι ζητῶν ἐμοὶ δοκεῖν ἄνθρωπον, ᾧ καὶ θαρρεῖν ἄξιον.
ἐγὼ δὲ αἰσχυνόμενος, ὅτι σε εἰσέπραττον, εἰσέπραττον γὰρ ὑπ’ ἀνάγκης τῶν ἀγρῶν νῦν ἀντὶ τοῦ διδόναι βουλομένων λαμβάνειν, πῶς ἔμελλον προσθή- σεῖν ἐπιστολήν, ἐν ᾗ καὶ τῶν χρημάτων ἔδει μνησθῆναι; πά- νυ γὰρ ἠρυθρίων, εὖ ἴσθι, καὶ Ναυμαχίῳ λαλῶν ὑπὲρ τοῦ κομίσασθαι, καὶ οὐδέν γε ἧττον ἢ εἰ κλέπτων τι τῶν ἐπ’ ἀγο- ρᾶς ἑαλώκειν.
μὴ δή μοι χάριν ἔχειν τοῦ περὶ τὸν χρόνον μήκους, ἀλλὰ συγγνώμην ὅτι μὴ πρὸς τοσοῦτον ἕτερον προὔ- βῆν, μᾶλλον δὲ ὅτι μὴ μέχρι τελευτῆς ἐσίγων. τουτὶ γὰρ ἦν κόσμος βεβαιῶσαι τὴν παροιμίαν, οἶσθα τί; λέγουσαν περὶ τῶν ὄντων τοῖς φίλοις.
ἃ #x003E; Μαρκιανὸς διηγεῖτο καὶ δακρύειν ἡμᾶς ἠνάγκαζε καὶ γελᾶν· τοὺς μὲν γὰρ πεπονθό- τας ἠλεοῦμεν, ὁ δὲ γέλως ἐκ τῆς τοῦ δρῶντος ἀσχημοσύνης. σοὶ δὲ ὅτι πολεμήσει μάλα ἠπιστάμην· εἷς γὰρ εἰ τῶν ἀγα- [*](4 VII α΄, ρ(??)δ΄. Va γ΄, ια'. Vo γ΄, ια΄) [*](5 Sievers 70 not. 45. Seeck 171 III. 372. Silomon 48 7 cf. ep. 158. 1331. 1323. Seeck 171 17 Salzmann 68 18 Seeck 203) [*](1 θαλῶ VVa Ι δὲ Wolf 2 ἑλόμενον VaVo 3 μετευθυμίας Va 6 τοῦ scripsi auctore Re τούτου libri Wolf 7 ἔπεμψε V 9 νῦν delendum censet Re 10 βουλομένων scripsi aucto- re Re βουλομένῳ libri sed in βουλόμενος corr Vo 3 βουλόμε- νος Wolf 13 τί | ἐπαγορᾶς Va 15 προὔβην scripsi e V ut coni Re πορὔβη VaVo Wolf 18 δὲ inserui cum Vo 3 om V Va Wolf 21 σὺ Va)
ὥρα δὲ καὶ Ἀλεξάνδρῳ τῷδε τρέμειν μὴ περιπεσὼν ἀπόληται· καὶ γὰρ οὗτος τῶν ἀγαθῶν. σὺ οὖν αὐτὸν δίδασκε, πῶς ἂν διαφύγοι τὸν μοχλὸν ᾧ τὸ καλὸν ἔθετο ὁ πέρδιξ ὄνομα.