Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὔθ᾿ ὅσον σε πλῆθος περιέστηκε πραγμάτων ἀγνοοῦμεν οὔθ’ ὅτι αὐτῶν κρείττων καὶ γέγονας καὶ γίγνῃ. ἀλλὰ καὶ τὴν δίκην ἣν ἔδοσαν οἱ ἥκοντες ἐπὶ τὴν καταδίκην ἧκέ τις ἀγγέλλων. ὥστε σοι συγχαίρομεν οὐ μόνον τοῦ μετ’ ἀρετῆς ἄρχειν, ἀλλὰ καὶ τῆς τιμῆς ᾗ τετίμησαι παρὰ τῶν δυνατῶν.
Ἀγιανὸς δὲ εἰδώς, ὡς εἴχομεν πρὸς ἀλλήλους, ἐνόμιζεν, εἰ μὴ κομίζοι γράμματα, ἀμφοτέρους ἀδικήσειν, τόν τε οὐκ ἐπι- στείλαντα τόν τε οὐ λαβόντα.
καὶ διὰ τοῦτο ἧκεν ἡμῖν ἐπι- στολὰς αἰτῶν καί με εὔφρανεν οὐχ οἷς ἐτάχθη διοικεῖν ἡδό- μενος, ἀλλ’ ὅτι σοὶ συνέσται. δοκεῖ δέ μοι μηδ’ ἂν δέξασθαι [*](8 VII α΄, ρ(??)γ΄. Va γ΄, ι΄. Vo γ΄, ι') [*](9 Seeck 244. 372. Silomon 48) [*](1 δ’ ἐμὲ scripsi δέ με libri Wolf Ι ἠδίκηκας et 2 ἠδίκηκα reposui e libris ἠδίκησας et ἠδίκησα Wolf 2 Ἶσον Vo 4 δὲ Wolf Ι τούτου Wolf σοι reposui ὁ libris ut coni Gothofr Not σε Wolf Ι τοῦτό ἐστιν VD τοῦτο ἴσθ’ VaVo Wolf Ι με re- posui e libris ut coni Re μὶν Wolf Ι μόνον VaD 12 ἧκεν Va τίς VaVo 13 ἀγγέλων Va Ι μεταρετῇς Va 15 Ἁγιανὸς Wolf προσαλλήλους Va 16 κομiζοι scripsi e Va κομίσοι VVo Wolf | γράμμα V 17 post οὐ ras 2 litt V 18 ἡδόμενος scripsi e VaVo ut coni Re ἡδόμενον V Wolf 19 μὴ δ’ Vo)
τὸν δὴ καὶ πάλαι φίλον καὶ νῦν ἐν τῇ σῇ νηὶ πλεῖν ἑλόμενον ἐλπίς ἐστι μετ’ εὐθυμίας ἀνύσειν τὸν πλοῦν.