Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἐγὼ τὸν σὸν οἶκον ὠφελήσας μὲν οἶδα τὰ μέγιστα, ἑ δὴ τὸ τοὺς υἱεῖς σοι κτήσασθαι ῥητορικῆς οὐ μικρὸν καὶ ταῦτω ἐν μικρῷ χρόνῳ μέγα κέρδος οἴκῳ τῷ σῷ, τοῦ δὲ ἀδίκησα τοσοῦτον ἀπέσχον, ὥστε καὶ ᾧ λήψονται παρὰ τοῦ λελυπηκό- [*](14 VII α΄, ρ(??)β΄. Va γ΄, θ΄. Vo γ΄, θ΄. D ρλς') [*](8 II. β 118 9 II. ι 119 11 II. t 623 sq. 15 Seeck 66. 372. Silomon 48) [*](1 ταῦτα σὺ VVa VoSI 2 τοῦ om W 4 περιιοντες περιόντες Sl παρ- ιόντες VaVo 5 ἀπαλλάξη Vo Wolf „videtur e poeta quodam Homero an Callimacho sumsisse τὸν μὲν ἕλυσε, τὸν δέ γ’ ἔδησε aut τὸν δ’ ἐνέδησε, ut habet Medic.“ Re Ι Va Ι ἐνέδησε scripsi e VVo ἐνέδησεν Va ἔδησε SII et I W Vind Wolf 9 ἰδοὺ om SII W Vind 12 αὐτοῦ V sed’ eras, VaVo W 13 ἄλλοτε Sii 17 ῥητορικῆς scripai e Va ut coni Re ῥητορικὴν VVoD 19 ᾦ scripsi e VD οὖ VaVo Wolf δι’ οὖ aut ᾖ coni Re)
σὺ δ’ ἐμὲ ἠδίκηκας σαυ- τὸν πείσας ὅτι σὲ ἠδίκηκα. τουτὶ γὰρ ἴσον τῷ νομίζειν ὡς ἄρα ἐγὼ πονηρὸς μὲν εἰς ἀδελφούς, πονηρὸς δὲ εἰς παῖδας.
μελέτα δὴ τὴν ὑπὲρ τούτων ἀπολογίαν, δεῖ δέ σοι πάνυ τινὸς μεμεριμνημένης, εἰ μέλλεις μὴ κατακλυσθήσεσθαι. μᾶλλον δὲ ὃ δράσεις οἶδα· αὐτὸς μὲν ἡσυχάσεις, τοὺς υἱεῖς δὲ κελεύ- σεις ἐργάσασθαί σοι λόγον. τοῦτο ἔστιν ᾧ με νικήσεις μόνῳ.