Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
ὅτι μὲν ἄρχεις καὶ χώρας πολλῆς καἰ πόλεων μεγάλων καὶ γενῶν Ἑλληνικῶν, εὐχὰς ἡμῖν πληροῖς· ὅτι δὲ οὐχ ἄρχεις, οὐ πάσης τετυχήκαμεν τῆς εὐχῆς. οἶμαι δὲ ἡμᾶς καὶ τοῦδε οὐκ εἰς μακρὰν τεύξεσθαι τοῦ μέρους. τότε μὲν οὖν ἡμᾶς, νῦν δέ σοι τοὺς ἡμετέρους εὖ ποιεῖν ἔξεστι φίλους, εἰ [*](1 Vii α', ρπγ'. Va β', ρς'. Vo β', ρς' α', ρπδ'. γ', α'. Vo γ', α'. S δ', να') [*](2 cf. ep. 201. 290. Seeck 244. 369 5 cf. ep. 201 8 Seeck 218 16 Sievers 251,2. Seeck 163. 371. Mus. Rhen. LXIX 566. Silomon 38. 47) [*](3 διηλέχθης Va Vo sed in hoc η(1) in ει corr m2 διειλέχθης Wolf qui διελέχθης vel διηλέχθης legendum coni Add 861 cf. ad ep. 62 5 γένοιο V Va sed in hoc τ post ι eras 6 ἁνὴρ scripsi ἀνὴρ libri Wolf 7 μέλησιν V Vo 13 ἡμᾶς V sed ας ex ων corr m4 | τέλος post αὐτόν Va 15 βιβλίον (??) ante Γερ- μανῶ Va Vo 16 ἄρχειν S 17 πλήρεις V 19 οὐκ delendum censet Gothofr Not 20 εὐποιεῖν S)
Ἑρμόλαος τοίνυν οὗτος γίγνεταί μοι συνήθης ἀπὸ τοῦ περὶ τοὺς λόγους ἔρωτος, δι’ ὃν οὐκ ὤκνησεν ὁμοῦ τοῖς τε δικαζο- μένοις συμμαχεῖν καὶ τῶν φοιτώντων εἷς εἶναι, καὶ δὴ καὶ ἐπηύξησε τὴν οὖσαν αὑτῷ δύναμιν.
οὐκοῦν σοι πάρεστι πεῖραν λαβεῖν. τοῦ δέ γε εἶναι χρηστὸς οὕτω σφόδρα πάνυ πεποίηται λόγον, ὥστ’ οὐδ’ ἂν ἐχθρὸς εἴποι περὶ αὐτοῦ μὴ εἶ- ναι χρηστόν.
ἥκων δὴ νῦν ἐνθάδε θησόμενός τι τῶν αὑ- τοῦ βέλτιον διὰ τοῦ μειζόνως ἰσχύοντος ἤκουσε παρ’ ἡμῶν, ὡς οὐδὲν δεῖ τρέχειν ἐπ’ Εὐφράτην οὐδὲ τὸν δεῖνα ἐνοχλεῖν· δώ- σεῖν γὰρ σὲ μείζονα ὧν ἂν εἶχε παρὰ τοῦ μείζονος.
υἱὸν μὲν οὖν νέον ἐνεβίβασεν εἰς τὸ λειτουργεῖν τοῦτο πρῶτον ἡγού- μενος τῷ χρηστῷ προσήκειν, πατρίδα εὖ ποιεῖν, δεῖ δὲ τῷ πρὸς τοῦτο καταστάντι τὸν ἄρχοντα εὐμενῶς ἔχειν, εἰ μέλλοι πλεύ- σεσθαι καλῶς.
ὅπως οὖν αὐτῷ ποιήσῃς τὸν πλοῦν ἀσφαλῆ τῷ τε αὐτὸς βοηθεῖν καὶ τῷ τὸν ἡγεμόνα παρασκευάσαι τὰ σὰ μίμεῖσθαι· ὡς ἐγὼ μὲν ταῦτα ποιήσεις ὑπεσχόμην καὶ σὸν δ’ ἂν εἴη μή με αἰσχύνῃ περιβαλεῖν.
ἀλλ’ εἰς τε Ἑρμό- λαον γίγνου τοιοῦτος ὁποῖον οἶδα καὶ τὸ πρὸς ἡμᾶς ἐπιστέλλειν ἀνανεοῦ. καὶ γὰρ εἰ πολλὰ τὰ νῦν γράμματά σου τῆς χειρός. αὐτό γε τοῦτο ἄτοπον ἐν τοῖς πολλοῖς μὴ καὶ τὰ πρὸς ἡμᾶς εἰναι.
[*](2 Sievers 251,2 11 Iuliani)[*](1 τοῦθ’ V S ὃν scripsi e V S ὧν Va Vo sed in hoc o supra ὧ m recent, Wolf 5 ἐπηύξησεν Va ἐπηύξεσθε Gothofr Not | αὐτῷ libri Wolf | πάρεστιν Va 6 τοῦδέ libri Wolf | πάνυ σφόδρα Va 8 ἥκων Vo sed ω ex ο corr m2 | δὲ V Wolf δεθησόμενος S | αὐτοῦ libri Wolf 10 post δεῖ ras 2 litt V 11 εἶχεν Va 17 ὡς delendum censet Re 20 εἰσ Va Vo sed in hoc σ eras | σου scripsi σοι libri Wolf σοι ὑπὸ (vel διὰ) χει- ρός coni Re)