Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἄρα καὶ τοῦτο τοῖς ἄρχουσι νόμος μὴ τοῖς φίλοις ἐπι- στέλλειν, ἐπειδήπερ ἄρχουσιν; εἰ μὲν δὴ κεῖται καὶ γέγραπται, χρῶ τῷ νόμῳ καἰ σίγα· εἰ δ’ οὐδεὶς κωλύει νόμος, πόθεν ἡ σιγή; λέγε. εὑρηκέναι γάρ μοι δοκῶ· μεῖζόν σου γεγένηται [*](15 α΄, ιδ΄. Vo α΄, β΄. S α΄, πς΄. Vi σλδ΄ pr) [*](6 cf. ep. 20 16 Sievers 387. Seeck 85. 350. Silomon 19) [*](1 δοκῶ om C 6 πάσαις ἀνάγκαις om Vi ἁπάσης ἀνάγ- κης C | ἰαννουάριος VSViC cf. p. 17, 6 | ἀνήγαγεν pr 7 ἁπαν- ταχόθεν SViCD | οὐδένα οὐδὲ S Vi CD 8 ὦν οὐκ ἔδει om Vi γρ ὧν οὐκ ἔδει 9 ἐφ’ ὅπερ ἐτέτακτο S | 8 δοὺς—9 μερίς post ἐτέτακτο ViD 9 φρου- ρήσας — ἱκανῶς om Vi φρουρήσας — 10 συλλαβών in marg S ῶς om C | ἱκανῶς om Vi ἱκανὸς D | ὅπερ S ViCVind D fortasse recte | τῶν-10 συλλαβών om ViD 10 πράξαι δεινός· ὀλίγα λαλῶν C 11 ὑπεριδών Vo Vind edd 14 μου Vi | τὰ ante πάντα SViD 20 εἰρηκέναι S)
τοῦθ’ ἥδιόν μοι πείθειν ἐμαυ- τὸν ἢ ὅτι σὺ τῶν φίλων ὑπὸ τῆς ἀρχῆς ἐπελάθου, ὃν ἀκούω μετριώτερον ὑπὸ τῆς ἐξουσίας εἶναι καὶ τούτῳ τοῦ προτέρου διαφέρειν τῷ πλείω πράττειν· ὡς ὅ γε τρόπος <ὁ> αὐτός, εἰσὶ δὲ οἱ λέγουσιν ὡς καὶ βελτίων.
Ἰανουάριος μὲν οὖν ἀπαγ- γελεῖ σοι περὶ ἡμῶν, ὡς ἀρρωστοῦμεν, εἰ μή σε ἐξαπατᾶν βούλοιτο τοῦ μὴ λυπεῖν· ἀεὶ γάρ τινι προσπαλαίομεν κύματι. καὶ ταύτην τίνομεν τῷ Φιλίῳ τὴν δίκην, ὅτι δή τι φίλων ἡμῖν ἐφάνη τιμιώτερον.
ἐγὼ δέ σοι περὶ αὐτοῦ λέγειν ἔχω, ὡς ἐν δυσχερεῖ διοικήσει χρηστὸς ἐδείχθη. καὶ τοῦτον μόνον οἱ τε ταχέως οἴ τε βραδέως ὧν ἔχρῃζον τυχόντες ἐπῄνεσαν τοσαύτην ἀνεμίγνυ γοητείαν ταῖς ἀναβολαῖς τοιγαροῦν ἀπιὼν ἀνιᾷ τοὺς βελτίους, διότι παρὼν οὐκ ἐλύπησεν.
ἐμοὶ δὲ δεομένῳ τοσοῦτον ἀπεῖχεν ἀπειθεῖν ὥστ’ εἰ διαλείποιμι τοῦτο ποιῶν.. ὕβριν τὸ πρᾶγμα ἐκάλει καὶ διεμέμφετο. τὰ σὰ δὲ ἀγαθὰ νομίζων αὐτοῦ τε καὶ ἐμὰ ὅ τι μάθοι τρέχων ὡς ἡμᾶς ἐμήνυε τῷ προσώπῳ κηρύττων τὴν ἡδονήν. εἶπον ἂν πλείω πρὸς ἀγνοοῦντα, νῦν δ’ ἐπίστασαι τὸν ἄνδρα.
[*](6 cf. ep. 19 p. 16, 6 sq. 9 cf. t. I 141, 19)[*](4 μετριώτερον] „fort. οὐδὲν μετεωρότερον“ Re 5 ὁ inserui om libri sed in raa 1 litt V, edd 6 ἰαννουάριος libri sed ν(2) inser Vo 2 cf. p. 16,6 8 γάρ τοι Vi 9 τι inserui ante φίλων e V, ante τιμιώτερον inser Vo 2 Vi edd om S 12 ἔχρη- ζον libri edd 13 ἀνεμίγνυ V sed post υ ras 1 litt (ε?) | om S Vi | post ἀπιὼν ras 1 litt V 14 βελτίστους S Vi 17 αὐ- τοῦ libri Wolf | ὡς Vo sed suprascr supra lectionem erasam 19 δὲ Wolf)