Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ὑμῶν τε ὁ καλὸς διέστηκε Βάκχιος ἐμοί τε οὐχ ἄξιον συγγεγένηται τὸ δὲ αἴτιον, τὸν μὲν οἴκοι κατέσχεν ἕλ- κος, ἐμὲ δὲ τὰ τῆς τέχνης, οἶσθα ὁπόσα ὄντα, κωλύοντα εἶναι ἐλεύθερον, καὶ προσεγένοντο δὴ φροντίδες διὰ τοὺς <οὐκ> αἰδουμένους τὰ δόξαντα τῷ θείῳ. πάνυ γοῦν αὐτὰ κινεῖν ἐπιχειροῦσιν.
αὐτὴν μέντοι τὴν ἡμέραν, ἐν ᾗ τὸν ἑταῖρον εἶδον, ἀντὶ πολλῶν τε καὶ μάλα λευκὴν ἤγαγον ἀκούων τοὺς ἐν τοῖς πότοις ἀγῶνας τοῦ μέλανος καὶ ὅπως διὰ τοῦ ζωμοῦ τὸν οἶνον ἐζήτησεν. ἀλλὰ μήτ’ ἐκεῖνος παύσαιτο πίνων μήτε σὺ γράφων, ὃς τοῦτο μέγιστον εἴργασαι τὸ μεθ’ ἡσυχίας στῆ- σαι τὸ τρόπαιον.