Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Αἱ τεκοῦσαι ταῖς τικτούσαις παροῦσαι καὶ συναλγοῦσι καὶ συμπονοῦσι καὶ πάντα παραμυθοῦνται τρόπον τὰ μὲν λέ- γουσαι, τὰ δὲ πράττουσαι. εἰκὸς δὴ κἀν τοῖς λόγοις τοῦτο σώζεσθαι καὶ τοὺς ἠγωνισμένους τοῖς ἀγωνιζομένοις βοηθεῖν
οὐκοῦν σὺ μὲν τῶν πάλαι παλαιόντων, οὗτοι δὲ τῶν νῦν ἀρξαμένων. δεῖ δή σε τῶν ὠδίνων ἐκείνων ἀναμνησθέντα χεῖρα ὀρέξαι τοῖς ἐν ταῖς ὠδῖσιν. οὐ γὰρ ἂν ἔχοι καλῶς σὲ μὲν ἄλλοις εἰδέναι περὶ ταῦτα χάριν, αὐτὸν δὲ ἑτέροις μὴ δοῦναι.