Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὑπὲρ ἀμφοτέρων ὑμῶν, Ὑπατίου τε καὶ σοῦ, θαυμαστὴν ἐδεξάμεθα φήμην, καὶ ἴστον τοῦτο ὃ δὴ καλεῖσθον, ἄρχοντες ἀκριβῶς.

ἡμεῖς τε οὖν συγχαίρομεν τοῖς ὑφ’ ὑμῶν ὑμῶν σωζο- μένοις ὑμεῖς τε, ὡς εἰκός, ἀλλήλοις, ὁ μέν, ὅτι τοιοῦτος αὐ- τῷ τὴν πατρίδα θεραπεύει, σὺ δέ, ὅτι πόλεως ἄρχεις, ἣ τοι- οῦτον ἤνεγκεν.

ἐθαύμασα δέ, ὅπως ἐμῆς ἐδεήθη πρὸς σὲ παρακλήσεως εἰς κηδεμονίαν τῶν αὑτοῦ. εἰ μὲν γὰρ εὖ πά- σχων, ὅπως ὅτι κἀμοὶ χαρίζῃ μάθοι, τοῦτο ἐποίησε, καλῶς ἐποίησεν· εἰ δ’ οὔπω τῆς σῆς εὐνοίας πεῖραν λαβών, οὐκ μαθεῖν, ὅθεν οὔπω πέπονθεν εὖ. δεῖ γάρ σε νομίζειν μισθὸν ὀφείλειν τῷ προσομοίῳ σοι κατὰ τὴν ἀρχήν. εἰ γὰρ τὰ αὐτὰ τιμᾷ, χαρίζεται δήπου σοι, τῷ χαριζομένῳ δὲ χάριν ὀφείλεις.

θὲς δὴ σαυτὸν ἐν Παλαιστίνῃ κτήματα ἔχειν καὶ γεωργεῖν, [*](6 VII α΄, ρμ΄; Vl ε΄, ρν΄ (fol. 367v et 370r). Va β΄, ξγ΄. Vo ξγ'. S β', πη'. D σνγ) [*](2 cf. ep. 213. Seeck 171 7 Sievers 83 not. 78. Seeck 73. 367. Silomon 36 8 cf. ep. 156 11 Hypatius cf. Seeck 180) [*](9 ἔσται VII Va Vo sed in hoc αι in ον corr m3, SD ἐστὲ Vi corr Wolf | τοῦτο VI sed το corr in θ’ m3 | 14 κηδεμονίαν Vo sed αν del | αδτοῦ V Va Vo 16 μάθοι scripsi auctore Re μάθῃς Vii Vo S D Wolf μάθοις Γίγα 18 πρὸς ὁμοίῳ Vo 19 τῶν χαριζομένων Vi 20 δὴ reposui e libris δὲ Wolf)

152
τῷ δὲ οὐδὲν τῶν σῶν μέλειν οὐκ ἂν κατηγοροῖμεν καὶ δι- καίως; τοῦτο δή, τοῦτο νῦν ἐφ’ ἡμᾶς, εἰ ῥᾳθυμοῖμεν, ἥξει. φαινώμεθα τοίνυν διδόντες ὃ τότε ἂν ἀπῃτοῦμεν.