Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
δι’ ὅσων δὲ κυμάτων ἡ μήτηρ αὐτοῖς ἐλθοῦσα μόλις ἀνέπνευσεν, οἶσθα καὶ ὅτι τοῦ κινδύνου μὲν ἀπηλλάγη, μείζω δὲ πεποίηκε τὴν οὖσαν καὶ πρὶν πενίαν.
ἔστι δέ τις ἄνθρωπος ἐν Κύρῳ Μάρης, μᾶλλον πένης ἢ γέρων, ἔστι δὲ καὶ μάλα γέρων. ὃν μὴ παντάπασιν ἐκτριβῆναι δέονται μὲν οὗτοι, βούλομαι δὲ ἐγώ, κύριος δὲ σύ. σχῆμα δὲ τῇ βοηθείᾳ δώσει βασιλέως πα- λαιὰ γράμματα γράμμασι Θεοφίλου βεβαιούμενα.
[*](5 Vii α', ρκε'. Va β', μη'. Vo β', μη')[*](3sq. Arist. nub. 6. cf. Herm. XII 207 sq. 6 Seeck 244. 366. Silomon 36 15 cf. ep. 136 18 Seeck 311)[*](1 ἦρχε Vi | ταῦτα Va Vo Vi τοῦτ’ W 2 ὀδύρου Vi 3 ἀπώλ- λοιο Vi ἀπόλλοιο Vind | δὴ τ᾿ ὦ W 4 ὃς — ποιεῖς] Demetrius Cydon. ep. 5 ed. Matthaei Isocratis epp. Mosquae 1776 p. 39 τρέχειν ἐκεῖσε παρὰ τὸν τοὺς Ἴρους ὀξέως Καλλίας ἀποδεικνώντα | ὃς Καλλίας μάλ’ ὀξέως Ἴρους ποιεῖς coni ὃς ὀξέως τοὺς Καλλίας Ἴρους ποιεῖς Benz ὃς τοὺς καλλίους οἴκους ἱεροὺς ποιεῖς Re Not | καλίας D 7 ἐστιαίου libri)[*](8 αὐτῶν inserui e libris om Wolf 9 ἐστιαῖος libri Wolf 13 πεποίηκεν Va Wolf 14 ἐν inser Vo3 om V Va 15 ἦ Va)142
[*](W 145)
ρμε΄.
Τῷ αὐτῷ. (359/60)
Ἡμετέρῳ μαθητῇ Μακαρίῳ Μακάριός ἐστιν ὁ πατὴρ, εἷς δὲ οὑτοσὶ τῆς ἀμφὶ σὲ φάλαγγος. τούτῳ τῶν ἀρχόντων ἕκαστος ἔδωκε δῶρον, τὸ δὲ δῶρον χρόνος παρέχων αὐτῷ τὸν υἱὸν ἰδεῖν, υἱὸν τῇ Μνημοσύνῃ φίλον.