Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τῶν Ἑστιαίου παίδων μέλει μοι καὶ διὰ τοὺς θείους αὐτῶν, οἳ συνεφοίτησάν μοι, καὶ διὰ τὸν πάππον, ὃς ἔνα με ἡγεῖτο τῶν υἱέων. Ἑστιαῖος δὲ ἐμοὶ μὲν συνήθης οὐκ ἦν, ἐπαινεῖται δέ. τὸ δὲ μέγιστον, τῶν ἐμῶν οἱ νεανίσκοι φοιτη- τῶν μετὰ τῶν λόγων μελετήσαντες αἰδεῖσθαι.

δι’ ὅσων δὲ κυμάτων ἡ μήτηρ αὐτοῖς ἐλθοῦσα μόλις ἀνέπνευσεν, οἶσθα καὶ ὅτι τοῦ κινδύνου μὲν ἀπηλλάγη, μείζω δὲ πεποίηκε τὴν οὖσαν καὶ πρὶν πενίαν.

ἔστι δέ τις ἄνθρωπος ἐν Κύρῳ Μάρης, μᾶλλον πένης ἢ γέρων, ἔστι δὲ καὶ μάλα γέρων. ὃν μὴ παντάπασιν ἐκτριβῆναι δέονται μὲν οὗτοι, βούλομαι δὲ ἐγώ, κύριος δὲ σύ. σχῆμα δὲ τῇ βοηθείᾳ δώσει βασιλέως πα- λαιὰ γράμματα γράμμασι Θεοφίλου βεβαιούμενα.

[*](5 Vii α', ρκε'. Va β', μη'. Vo β', μη')[*](3sq. Arist. nub. 6. cf. Herm. XII 207 sq. 6 Seeck 244. 366. Silomon 36 15 cf. ep. 136 18 Seeck 311)[*](1 ἦρχε Vi | ταῦτα Va Vo Vi τοῦτ’ W 2 ὀδύρου Vi 3 ἀπώλ- λοιο Vi ἀπόλλοιο Vind | δὴ τ᾿ ὦ W 4 ὃς — ποιεῖς] Demetrius Cydon. ep. 5 ed. Matthaei Isocratis epp. Mosquae 1776 p. 39 τρέχειν ἐκεῖσε παρὰ τὸν τοὺς Ἴρους ὀξέως Καλλίας ἀποδεικνώντα | ὃς Καλλίας μάλ’ ὀξέως Ἴρους ποιεῖς coni ὃς ὀξέως τοὺς Καλλίας Ἴρους ποιεῖς Benz ὃς τοὺς καλλίους οἴκους ἱεροὺς ποιεῖς Re Not | καλίας D 7 ἐστιαίου libri)[*](8 αὐτῶν inserui e libris om Wolf 9 ἐστιαῖος libri Wolf 13 πεποίηκεν Va Wolf 14 ἐν inser Vo3 om V Va 15 ἦ Va)
142