Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εὐδαίμων ὁ Αἰγύπτιος ὁ παρ’ ὑμῖν μὲν οἰκῶν, παντα- χῆ δὲ τὴν δόξαν ἀπεσταλκὼς οὐ μᾶλλον Αἴγυπτον ἢ τὴν ὑμε- τέραν κοσμεῖ. τὸ μὲν γὰρ τὰ τῶν ποιητῶν ἐπίστασθαι καὶ γε- νέσθαι ποιητὴν ἐκεῖθεν αὐτῷ, τὸ δὲ τὰ τῶν ῥητόρων εἰδέναι καὶ γενέσθαι ῥήτορα παρ’ ὑμῶν αὐτῷ.

τοῦτόν τε οὖν ἀνάγ- κη τὴν παιδεύουσαν φιλεῖν ὑμᾶς τε εἰκὸς ᾧ δεδώκατε τοὺς λόγους καὶ τὰ ἄλλα συμπονεῖν. οἶμαι δὲ πρὸς σὲ γράφων πρὸς ὅλην ἐπιστέλλειν τὴν πόλιν. σὺ γὰρ αὐτὴν εὖ ποιῶν ἀνέχεις, ἡ δὲ οὔτε ἀγνοεῖ τοῦτο καὶ ὁμολογεῖ σὺν ἡδονῇ.

δότω τοί- νυν ἡ πόλις διὰ σοῦ χάριν Εὐδαίμονι. τίς δὲ αὕτη; τιμᾷ τὸν παιδευτὴν ἡμῖν ὁ βασιλεὺς τῇ βασιλικῇ τροφῆ. ταύτην δὲ ἡμῖν ἀργυρίου βουλόμενοι γενέσθαι πρὸς ὑμᾶς εἴδομεν ἐνθυ- [*](5 Vii α', ριγ'. Va β', λς'. Vo β', λς'. S β', πς. Vi ς') [*](3 Od. γ 20 6 Seeck 151. 365. Silomon 36 7 cf. ad ep. 108. Seeck 131 17 cf. ep. 207) [*](1 αὐτὸν Va D fol. 54 2 σοὶ(1)] σὺ D fol. 54 | μὴ δὲ Vo Vind D A | ὁ inserui ex Α om reliqui libri Wolf 3 scripsi ex Vind A δὲ reliqui libri Wolf | νέων S | δὲ S Vind D fol. 50v Wolf 7 ἡμῖν Va sed η repar m6 S | ταχοῖ Va 8 ἡμετέραν VaVo 9 τὰ τῶν Va sed πάντων in marg m6 11 ὑμῶν Vo sed ἡ supra ὑ m3 | οὖν om 12 παίδευσιν Vi | τὸ Vi 13 τ᾿ ἄλλα Vi 14 γὰρ V ras e δέ, ut videtur, corr m5 17 ὑμῖν Vi 18 ἡμεῖς Vi | γύριον Va | παρ’ Vi)

133
μηθέντες, ὡς ἡ πρᾶσις δεῖται τῆς Εὐτοκίου φιλοτιμίας.

ἀκο- λούθει δὴ σαυτῷ καὶ πρᾶττε τὴν ταχίστην, ὅπως ἡμῖν ἕξει καλῶς, καὶ προσδέχου παρ’ ἀνδρὸς εἰδότος λέγειν ἔπαινον ἀντὶ τῶν χρημάτων.