Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἐψεύσω μέν, ἀλλ’ ὁ παῖς σοι τῷ ψεύδει γεγένηται βελ- τίων, τῷ δὲ τοιούτῳ ψεύδει κἀν τῇ Πλάτωνος πόλει χώραν ὁρῶμεν οὖσαν.

ἐγὼ δὲ Τιτιανὸν ἀεὶ μὲν ἰδεῖν ἐπόθουν, εἷναι δὲ ἐν φαυλοτέροις ὄντα παρὰ τῷ πατρὶ καὶ τοῖς ἐκείνου [*](1 Vii α', ρα'. Va β', κδ'. Vo β', κδ'. S ε', νβ'. D σνα'. Α [β΄] α', ρβ'. Va β', κε'. Vo β', κε'. S β', κγ'. Vi κβ'. W ια'. Vind μ΄. D ρκδ') [*](2 Seeck 198. 364. Silomon 35 4 II. ε 429 12 Sievers 277. Seeck 45. 364. Silomon 35 13 cf. ep. 59 14 Plat. rep. III p. 389 A) [*](2 μακεδονίῳ Va sed μα in ras m4 ἀγαπητῶ D 3 κατα- νοῦν Α 4 Διὸς — διδόντων] θ.οῦ διδόντος SD | τῆς sed ης ex ου corr m4 | γάμου scripsi coll II. I. I. γάμοι Wolf γάμοιο coni Thalheim 5 συζυγίατύχην Α | σύζυγι Va Vo S D sed in συζυγία corr V4 Vo4 6 ἦ S | ἦμεν 7 ἐκδόντος Α | ἀδελφιδὴν V Va Vo 9 κοινωνοῦμεν S D | δρομένων Α | τοσοῦτο scripsi ex Α τοσοῦδε in hoc οῦ in όν corr m4, SD τόσον Wolf 10 ἔξεστι Vo A Wolf 13 γενήσεται Vi 14 κἂν Va 15 μὲν om Vi | ἐπόθουν reposui e libris ἐπόθουν ἰδεῖν Wolf)

123
λόγοις οὐδεπώποτε ἐπείσθην, οὐδὲ γάρ, εἰ. Μαχάων ἦν παρὰ τῷ πατρί.

χρυσῆν δὲ εἰ φαίην γεγονέναι τοῦ νεανίσκου τὴν ψυχὴν τοσαῦτα κάλλη δεξαμένην, τιμήσαιμ’ ἂν τὸν χρυ- σὸν αὐτὸν καί, εἰ βούλει γε, τὸν Κολοφώνιον.

ἐνθυμοῦ- μαι δέ, τίς ἂν ἦν ἡ συλλογὴ τοῦ θέρους ὑμῖν αὔρας ἔχον- τος, ὁπότε ἐν τοσούτῳ πνίγει τοσαῦτα ἤθροισται, ἃ σοῦ τε κα- ταλέγοντος οὐκ ἠπίστουν εὗρόν τε κάλλιον ἐν τῷ τόκῳ τῶν λόγων, οὓς Τιτιανὸς μὲν τίκτει γενναίους, ἔσονται δὲ οἱ κα- λέσοντες κακοὺς οὐκ ὀλίγοι μὲν ἀμαθίᾳ, πλείους δέ, οἶμαι, φθόνῳ.