Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

ἀλλὰ καὶ αὐτὸς εἶ τῶν τε ληψομένων τι τῶν τε ἤδη πολεμουμένων, ὥστ τις αὐτῷ τὸ συμβησόμενον ἔσχεν εἰπεῖν. δοκεῖ μοι μήτ’ ἂν ἐμὲ τῶν ἀγρῶν μήτε σὲ τῆς οἰκίας μετὰ τὴν αὐτοῦ γυναῖκα καταστῆσαι κύριον εἰδώς, ὅτι κρείττων ἡμῖν ἡσυχία χρημά- των

ὁ γὰρ πολλὰ μὲ. λαβὼν διὰ τὸν αὑτοῦ πατέρα, δεινὸν δὲ ἡγούμενος εἰ μὴ καὶ πάντα, χρεῶν ὄγκον ἐπιφέρει τῷ θείῳ πρότερον μὲν οὐ φανέντων. νῦν δὲ ἀναφύντων.

πολλὴ δὲ [*](9 Vii α', (??)ς'. Va β', ιθ'. Vo β', ιθ'. Vi σπα') [*](3 Theocr. id. 3,42 | Calliopium cf. ep. 441. Sievers 6 sq. lusum Seeckius 100 parum intellexit 10 Sievers 79 not. 52. Seeck 281. 363. Silomon 35 11 Phasganius cf. ep. 96. 186) [*](1 σὺ δὲ inserui e VS Vi om Va Vo Vind Wolf 2 ἀγγέλειν Va | ὡς ὡς εἶπον om Vind 3 ἁνήρ scripsi ἀνήρ libri 4 ἀπολίποιτο Vi Wolf 6 δὲ Va | οὐχ αὑτόν scripsi e V οὐκ αὐ- τὸν Va Vo Svi Vind Wolf 12 μέλλων V sed ν corr m5 | Re 14 τί V Vo Vi | ὥστ’ εἴ τις αὐτῷ scripsi e V Vo sed in ς inser et ῷ corr m3, Vi ὥστ’ εἴ τι αὐτὸ Va ὥς εἴ τι αὐτὸ Wolf ὥς εἴ τις αὐτῷ Re 16 et 18 αὐτοῦ libri Wolf 19 comma post πάντα inaerui cum Re om libri Wolf | ἐπιφέρει cum Re ἐπιφέροι libri Wolf 20 ἀναφύντων] ἀναφανέντων VVi) [*](3 ἤτοι τὸν ποιητὴ, in marg Vi)

117
ῥᾳστώνη δόξης ἠμεληκότι γραμμάτων εὐπορῆσαι, δι’ ὧν ἔστιν ἀδίκως κερδᾶναι· παρῆλθον γὰρ ἡμῖν τοὺς ζωγράφους οἱ μι- μηταὶ τῶν γραμμάτων. οἷς ἐκεῖνος χρώμενος βιάζεται δεικνύειν τὸν αὑτοῦ πατέρα δεδανεικότα τῷ θείῳ καί τινας ἀναπλάττει συνθήκας, ἃς ἔφασκεν εἰς τὸ οὖς τῆς μητρὸς αὑτοῦ καταδεδυ- κυίας λανθάνειν εἶτα νῦν ἀνελκυσθῆναι. ταῦτα δέ ἐστιν ἐμὲ μὲν τῆς γῆς, σὲ δὲ ἐκπεσεῖν τῆς οἰκίας.