Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Εὐδαίμων ὅσου μὲν Ἑλλήνων παισὶν ἄξιος, ὅπως δὲ ἡμῖν φίλος, ὅτι δὲ τοῖς σοῖς ἀγαθοῖς χαίρων, οἶσθά τε καὶ πρὸς ἄλλον εἴποις ἄν. οὕτω δὲ ἔχων εὔδηλον ὡς κἂν εὖ ποιήσαις τὸν ἄνδρα ἡδέως.
ῥᾳστώνη δέ σοι τοῦ πράγματος εἰς Αἴγυπτον ἐλθόντι. ἔστι μὲν γὰρ αὐτῷ πατήρ τε γέρων ἐν Πηλουσίῳ καὶ γένος εὐγενείᾳ μὲν οὐδενὸς ὕστερον, χρήματα δὲ αὐτοῖς δι’ ἐπιείκειαν οὐ πολλά.
τούτους ἂν ἰδεῖν ἐθε- λήσῃς, καλεῖν κελεύσας τοὺς Εὐδαίμονος οἰκείους ἐκείνοις τε ἀρκέσεις καὶ ἡμῖν· ἡμῖν μὲν τετιμημένοις, ἐκείνοις δὲ <ἰσχυ- ρὸν> πρὸς ἀσφάλειαν ἔχουσι τὸ σὲ μὴ παρελθεῖν σιωπῇ. καὶ γὰρ εἴ τινων νῦν πειρῶνται χαλεπωτέρων, ὄψονται [*](6 VII α΄, πθ΄. Va α΄, ιβ΄. Vo β΄, ιβ. pr) [*](7 Sievers 80 not. 55. Seeck 362. 214. Silomon 34 8 Suid. s. v. Εὐδαίμων Πηλουσιώτης, γραμματικός, σύγχρονος Λιβανίου τοῦ σοφιστοῦ, πρὸς ὃν καὶ διαφόρως φαίνεται γράφων. Seeck 131) [*](1 ὧν scripsi e VS Vi D ut coni Re ἃ Va Vo sed in hoc in ὧν corr m 2, edd | πολὺ et 2 ἔργον Vo sed ὺ in οῦ et ν corr m 2 3 οὕτως Vi 4 φήσει coni Re | σε om D 8 ὅσον ὅσας Va 9 σοῖς inser V 4 11 ποιήσεις Vo Wolf | ῥαστώνη libri edd 14 τούτους V sed υ(2) ex ι corr | ἰσδεῖν 16 ἀρκέσεις Vo sed εις in οι corr m 2 ἀρκέσει Wolf | om pr | ἰσχυρὸν inserui om libri edd sed „aut ante aut ἀσφάλειαν deest ἰσχυρὸν“ Re)
εἶχον πλείω λέγειν, σὺ δὲ οὐκ ἐᾷς. οὗ γὰρ δεῖ βοηθῆσαι τοῖς Μουσῶν ἑταίροις οἷος Εὐδαίμων, οὐκ οἷσθα μέλλειν.