Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἑταῖρος ἐμὸς ὁ ὑμέτερος ἄρχων, καὶ πεπίστευκά γε κέρ- δος μὲν ὑμῖν ἔσεσθαι τὴν ἀρχήν, δόξαν δὲ ἐμοί τε καὶ τούτῳ. τὰ μὲν οὗν ἄλλα μετὰ τῶν ἄλλων κερδανεῖς, τῶν δ’ ἄλλων πλεονεκτήσεις, ἡνίκ’ ἄν σου διώκῃ τοὺς λόγους. οὗ μὲν γὰρ αὐτὸς ἐρᾷ, τοῦτο παρὰ σοί, πηγαὶ δεινότητος οὗ δὲ σὺ χρῄ- ζεις, τοῦτο παρὰ τῷδε, κρίσις ἐν ἀκροάσει σὺν ἐπιστήμῃ.

χρῶ τοίνυν τῷ πνεύματι καὶ πέτασον τὰ ἱστία τῆς νεώς, εἰ δὲ βούλει, τὰς πτέρυγας τοῦ κύκνου.