Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὄντως σὺ τοῦ χρυσοῦ γένους, ὅστις οὕτω χαλκοῖς οὖσι τοῖς τῶν φίλων λόγοις ἐν τοῖς σαυτοῦ γράμμασι περι- τήκεις χρυσόν, οἷόν τι τὸ τοῦ παρ’ Ὁμήρῳ χρυσοχόου τοῦ περὶ τὴν βοῦν τοιοῦτόν τι ποιοῦντος. οὐ γὰρ ἐκείνῃ χρυσᾶ τὰ κέρατα ἦν δεξάμενα δὲ χρυσὸν τῇ τοῦ Λαέρκους τέχνῃ [*](1 VII α΄, πγ΄. Va β΄, ς΄. Vo β΄, ς. pr 12 VII α΄, πδ΄. Va β', ζ. Vo β', ζ. S δ', κδ'. Vi ρνβ'. Vind λς'. D οζ'. pr) [*](2 cf. ep. 101. 39. 56. Sievers 228, 3. Seeck 315. 362. Silomon 34 18 Seeck 195. 362. Silomon 34 15 cf. t. II 289,7 16 Od. γ 425) [*](7 μήτ’ ἐμὲ in lac 12 litt om Va 9 καὶ inserui e libris om edd 10 πρᾶον V 13 τῶ αὐτῶ i. e. κρατίνω Vi 14 ὄντω Va ὄν cum ras 2—3 litt S | σὺ in ras 2—3 περιτίθης 15 ἐν — γράμμασι om Vind | περιτήκεις in ras S 2 sed γρ in marg περιτήκων V Va Vo sed in hoc εις supra ων m 2, Vi 16 χρυσοῖς S sed οῖς in ὸν corr m 2 17 παρὰ Vi | τοιοῦτο V | ους om Vind D 18 λαέρκου V Vi λαέρτου Va Vo pr λαέρκου S λαέρτους Wolf Cent)

104
χρυσᾶ τοῖς ὁρῶσιν ἐφάνη.

καὶ σὺ πλεῖστον ἀπέχουσι τοῖς ἡμετέροις χρυσοῦ χρυσὸν περιχεῖς Ἀφροδίτῃ δὴ τοὺς παρεικάζων οὕς ἐγὼ Οερσίτῃ.

καὶ πρᾶγμα δὴ κινδύνου γέμον διὰ φιλίαν ὑπομένεις ὥσπερ ὁ Θησεύς. ὅτι μὲν γὰρ ἐμοῦ ταῦτα ἐγνωκότος περὶ τῶν ἐμαυτοῦ σὺ ψηφιζόμενος ἐκεῖνα τοὺς πειθομένους ἐξαπατᾷς, δῆλον· ἃ δὲ τῷ Σόλωνι δοκεῖ περὶ τῶν φενακιζόντων, οἶσθα.

ἐγὼ δὲ τὸ σὸν ἀσφα- λέστερον τῶν εἰς ἐμαυτὸν ἐπαίνων τίθεμαι. καὶ γὰρ εἰ τοῦτο ἥδιον, ἀλλὰ βέλτιον ἐκεῖνο.

ἢ οὖν ὅλως ἀπόστηθι τοῦ μείζω λέγειν ἤ, εἴ σε τὸ ἐρᾶν προσάγει ταῖς ὑπερβολαῖς καὶ οὐκ ἂν δύναιο μὴ λέγειν, σὺ δ’ ἀγάπα πρὸς ἡμᾶς τούτῳ χρώμενος, οὓς οὐκ ἂν ἐξαπατήσαις· ὅταν δ’ ἄλλοις διαλέγῃ, τίμα τὸ μέτριον. καὶ οὕτω σαυτῷ τε χαριῇ καὶ οὐκ ἐνέξῃ τῷ νόμῳ.