Πῶς Καρποκράτης ματαιάζει, καὶ αὐτὸς ὑπὸ ἀγγέλων τὰ ὄντα φάσκων γεγενῆσθαι.
Ὅτι Κήρινθος μηδὲν ἐκ γραφῶν, ἀλλ᾿ ἐκ τῶν Αἰγυπτίοις δοξάντων δόξαν συνεστήσατο.
Τίνα τὰ τοῖς Ἐβιωναίοις δοκοῦντα, καὶ ὅτι ἤθεσιν Ἰουδαϊκοῖς μᾶλλον προσέχουσι.
Πῶς καὶ ὁ Θεόδοτος πεπλάνηται, ἃ μὲν τῶν Ἐβιωναίων ἐρανισάμενος [ἃ δὲ τοῦ Κηρίνθου].
Καὶ τίνα Κέρδωνι ἔδοξε, καὶ αὐτῷ τὰ Ἐμπεδοκλέους
εἰπόντι καὶ κακῶς προβιβάσαντι τὸν Μαρκίωνα.Καὶ πῶς Λουκιανός, μαθητὴς γενόμενος Μαρκίωνος, ἀπηρυθρίασεν ὁμοίως τὸν θεὸν βλασφημῆσαι.
Οὗ καὶ Ἀπελλῆς γενόμενος μαθητὴς οὐ τὰ αὐτὰ τῷ διδασκάλῳ ἐδογμάτισεν, ἀλλὰ ἐκ φυσικῶν δογμάτων κινηθεὶς
τὴν οὐσίαν τοῦ παντὸς ὑπέθετο.Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα ὁρῶντας τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς παραπλεῖν ἐπιζητοῦντας τὸν εὔδιον λιμένα. Τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηριῶδες καὶ δύσβατον, ὡς εἰπεῖν τὸ Σικελιωτικόν,
ἐν ᾧ μυθεύεται Κύκλωψ καὶ Χάρυβδις καὶ Σκύλλα . . . καὶ τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι φάσκουσι τὸν Ὀδυσσέα Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν παραξένων θηρίων δεινότητι· διάφορος γὰρ ἡ τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν. Αἱ δὲ Σειρῆνες λιγὺ ᾄδουσαι καὶ μουσικὸν
v.1.p.348
ἠπάτων τοὺς παραπλέοντας, πείθουσαι ἡδείᾳ φωνῇ προσάγειν τοὺς ἀκροωμένους. Τοῦτο μαθόντα φασὶ τὸν Ὀδυσσέα κατακηρῶσαι τὰς ἀκοὰς τῶν ἑταίρων, ἑαυτὸν δὲ τῷ ξύλῳ προσδήσαντα παραπλεῦσαι ἀκινδύνως τὰς Σειρῆνας κατακούσαντα τῆς τούτων ᾠδῆς. Ὃ ποιῆσαι τοῖς ἐντυγχάνουσιν συμβουλὴ [ἐμή],
καὶ ἢ τὰ ὧτα κατακηρώσαντας δι᾿ ἀσθένειαν διαπλεῦσαι τὰ τῶν αἱρέσεων δόγματα μηδὲ κατακούσαντας πείθειν εὐκόλως δυνάμενα πρὸς ἡδονήν, ὡς λιγυρὸν ᾆσμα Σειρήνων, ἢ ἑαυτὸν τῷ ξύλῳ Χριστοῦ προσδήσαντα πιστῶς κατακούσαντα μὴ ταραχθῆναι, πεποιθότα ᾧ προσέσφιγκται, καὶ ἑστηκέναι ὀρθῶς.
Ἐπειδὴ οὗν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα τὰ πρότερα, δοκεῖ νῦν τὰ Βασιλείδου μὴ σιωπᾷν, ὄντα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. Ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας
διὰ τῆς τούτων ἔγγιον ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ ὑπὸ Βασιλείδου ὄντα Ἀριστοτελικὰ σοφιστεύματα.
Ἀριστοτέλης μὲν οὗν τὴν οὐσίαν διαιρεῖ τριχῶς. Ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος, τὸ δέ τι εἶδος, ὡς ἐκεῖνος λέγει, τὸ δέ τι ἄτομον· ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος, ἀλλὰ
φύσει τομὴν ἀναδέξασθαι μηδ᾿ ἥντινα οὗν δυνάμενον. Τὸ δὲ γένος ἐστὶν οἱονεὶ σωρός τις ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, ἀφ᾿ οὗ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη διάκεινται. Καὶ ἔστι τὸ γένος [αἴτι]ον πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. Ἵνα δὲ σαφὲς ἔσται τὸ λεγόμενον,
δείξω διά του παραδείγματος, δι᾿ οὗ ἐπὶ τὴν ὅλην τοῦ Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.
Λέγομεν εἶναι ζῷον ἁπλῶς, οὐχὶ τὶ ζῷον. Ἔστι δὲ τοῦτο τὸ ζῷον οὐ βοῦς, οὐχ ἵππος, οὐκ ἄνθρωπος, οὐ θεός, οὐκ ἄλλο τι τῶν ὁτιδήποτε ἔστι δηλοῦν, ἀλλὰ ἁπλῶς ζῷον.
Ἀπὸ τούτου τοῦ ζῴου αἱ πάντων τῶν κατὰ μέρος ζῴων ἰδέαι τὴν ὑπόστασιν ἔχουσι. Καὶ ἔστιν ὑπόστασις τοῖς ζῴοις τοῖς γεγενημένοις
v.1.p.350
ἐν εἴδεσι τοῦτο τὸ ἀνείδεον ζῷον καὶ τῶν γεγενημένων οὐδέν. Ἔστι γὰρ ἄνθρωπος ζῷον ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν, καὶ ζῷον ἵππος ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον
τὴν ἀρχήν. Ὁ ἵππος καὶ βοῦς καὶ κύων καὶ τῶν ἄλλων ζῴων ἕκαστον ἀπὸ τοῦ ζῴου τοῦ ἁπλοῦ λαμβάνει τὴν ἀρχήν, ὅ ἐστι τούτων οὐδὲ ἕν.
Εἰ δὲ οὐκ ἔστι τούτων οὐδὲ ἓν ἐκεῖνο τὸ ζῷον, ἐξ οὐκ ὄντων γέγονεν ἡ τῶν γεγενημένων κατὰ Ἀριστοτέλην ὑπόστασις· καὶ γὰρ τὸ ζῷον, ὅθεν ταῦτα ἐλήφθη
κατὰ μέρος, ἐστὶν οὐδὲ ἕν· οὐδὲ ἓν δὲ ὂν γέγονε τῶν ὄντων μία τις ἀρχή. Τίς δὲ ὁ ταύτην καταβεβλημένος τὴν οὐσίαν τῶν γεγονότων ὑστερον ἀρχήν, ἐπὶ τὸν οἰκεῖον ἐρχόμενοι τοιούτων λόγον ἐροῦμεν.
Ἐπειδὴ δὲ ἐστὶν ἡ οὐσία τριχῆ [διῃρημένη], ὡς ἔφην,
γένος, εἶδος, ἄτομον, καὶ ἐθέμεθα τὸ γένος εἶναι ζῷον, τὸν δὲ ἄνθρωπον εἶδος τῶν πολλῶν ζῴων ἤδη κεχωρισμένον, συγκεχυμένον δὲ ὅμως ἔτι καὶ μήπω μεμορφωμένον εἰς εἶδος οὐσίας ὑποστατικῆς, ὀνόματι μορφώσας τὸν ἀπὸ τοῦ γένους ληφθέντα ἄνθρωπον ὀνομάζων Σωκράτην, ἢ Διογένην, ἤ τι τῶν πολλῶν
ὀνομάτων ἕν, καὶ ἐπειδὰν ὀνόματι καταλάβω τὸν ἄνθρωπον εἶδος γένους γεγενημένον, ἄτομον καλῶ τὴν τοιαύτην οὐσίαν. Ἐτμήθη γὰρ τὸ μὲν γένος εἰς εἶδος, τὸ δὲ εἶδος εἰς ἄτομον, τὸ δὲ ἄτομον ἐπειδὰν γένηται ὀνόματι κατειλημμένον, οὐχ οἷόν τε τμηθῆναι κατὰ φύσιν εἰς ἄλλο τι, ὡς ἐτέμομεν τῶν προλελεγμένων
ἕκαστον. Ταύτην Ἀριστοτέλης πρώτως καὶ μάλιστα καὶ κυριώτατα [οὐσίαν καλεῖ], μήτε καθ᾿ ὑποκειμένου τινὸς λεγομένην, μήτε ἐν ὑποκειμένῳ οὖσαν. Καθ᾿ ὑποκειμένου δὲ λέγει, οἱονεὶ τὸ γένος, ὅπερ ἔφην ζῷον κατὰ πάντων τῶν κατὰ μέρος ὑποκειμένων ζῴων, οἱονεὶ βοός, ἵππου καὶ τῶν
ἐφεξῆς, κοινῷ ὀνόματι λεγόμενον. Ἀληθὲς γάρ ἐστιν εἰπεῖν, v.1.p.352
ὅτι ζῷον ἄνθρωπος ἐστὶ καὶ ζῷον ἵππος καὶ ζῷόν ἐστι βοῦς καὶ τῶν ἄλλων ἕκαστον· τουτέστι τὸ καθ᾿ ὑποκειμένου, τὸ ἓν ὂν κατὰ πολλῶν καὶ διαφόρων τοῖς εἴδεσι δυνάμενον ὁμοίως λέγεσθαι. Οὐδὲν γὰρ διαφέρει ἵππος ἀνθρώπου ᾗ ζῷον, οὐδὲ
βοῦς· ὅρος γὰρ ὁ τοῦ ζῴου τὸ πᾶσιν ἁρμόζειν τοῖς ζῴοις ὁμοίως λεγόμενον. Τί γάρ ἐστι ζῷον; ἂν ὁριζώμεθα, πάντα τὰ ζῷα κοινὸς καταλήψεται ὅρος. Ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος, αἰσθητική· τοῦτο βοῦς, ἄνθρωπος, ἵππος, τῶν ἄλλων
ἕκαστον. Ἐν ὑποκειμένῳ δὲ, φησίν, ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον, ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστί, [ὅ ἐστι] τῶν συμβεβηκότων ἕκαστον τῇ οὐσίᾳ, ὃ καλεῖται ποιότης, καθὸ ποιοὶ τινὲς λεγόμεθα, οἷον λευκοί, γλαυκοί, μέλανες, δίκαιοι, ἄδικοι, σώφρονες καὶ τὰ τούτων παραπλήσια. Τούτων
δὲ ἓν αὐτὸ καθ᾿ αὑτὸ ἀδύνατόν ἐστι γενέσθαι, ἀλλὰ δεῖ ἔν τινι εἶναι. Εἰ δὲ οὔτε τὸ ζῷον, ὃ κατὰ πάντων λέγω τῶν καθ᾿ ἕκαστα ζῴων, οὔτε τὰ συμβεβηκότα, ἃ ἐν πᾶσιν οἶς συμβέβηκεν εὑρίσκεται, δυνατὸν αὐτὰ καθ᾿ αὑτὰ γενέσθαι, ἐκ τούτων δὲ συμπληροῦται τὰ ἄτομα, ἐκ τῶν οὐκ ὄντων καθέστηκεν
ἡ τριχῆ διῃρημένη οὐσία οὐκ ἐξ ἄλλων συνεστῶσα. Πρώτως ἄρα καὶ κυριώτατα καὶ μάλιστα λεγομένη οὐσία εἰ ἐκ τούτων ὑπάρχει, ἐξ οὐκ ὄντων κατὰ τὸν Ἀριστοτέλην ἐστίν.
Ἀλλὰ περὶ μὲν τῆς οὐσίας ἀρκέσει τὰ λεγόμενα νῦν. Οὐ μόνον δὲ ἡ οὐσία καλεῖται γένος, εἶδος, ἄτομον, ἀλλὰ καὶ
ὕλη καὶ εἶδος καὶ στέρησις. Διαφέρει δὲ οὐδὲν ἐν τούτοις μενούσης τῆς τομῆς. Τοιαύτης δὲ οὔσης τῆς οὐσίας, ἔστιν ἡ τοῦ κόσμου διαταγὴ γεγενημένη κατ᾿ αὐτὸν τοιοῦτόν τινα τρόπον. Ὁ κόσμος ἔστι κατὰ Ἀριστοτέλην διῃρημένος εἰς μέρη πλείονα καὶ [διάφορα· καὶ] ἔστι τοῦ κόσμου μέρος τοῦθ᾿, ὅπερ
ἐστὶν ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης, ἀπρονόητον, ἀκυβέρνητον, ἀρκούμενον μόνῃ τῇ φύσει τῇ ἑαυτοῦ, τὸ δὲ μετὰ τὴν σελήνην ἐν πάσῃ τάξει καὶ προνοίᾳ καὶ κυβερνήσει τεταγμένον, μέχρι τῆς ἐπιφανείας τοῦ οὐρανοῦ· ἡ δὲ ἐπιφάνεια, πέμπτη
v.1.p.354
τις οὖσα οὐσία, φυσικῶν ἀπηλλαγμένη στοιχείων πάντων, ἀφ᾿
ὧν ὁ κόσμος τὴν σύστασιν ἔχει; καὶ ἔστιν αὕτη τις ἡ πέμπτη κατὰ τὸν Ἀριστοτέλην οὐσία, οἱονεὶ οὐσία τις ὑπερκόσμιος. Καὶ γέγονεν αὐτῷ κατὰ τὴν διαίρεσιν τοῦ κόσμου καὶ ὁ τῆς φιλοσοφίας διῃρημένος λόγος. Φυσικὴ γάρ τις ἀκρόασις αὐτῷ γέγονεν, ἐν ᾗ πεπόνηται περὶ τῶν φύσει καὶ οὐ προνοίᾳ διοικουμένων
ἀπὸ τῆς γῆς μέχρι τῆς σελήνης πραγμάτων. Γέγονε δὲ αὐτῷ καὶ μετὰ τὰ φυσικὰ περὶ τῶν μετὰ σελήνην ἰδία τις ἄλλη οὕτως ἐπιγραφομένη πραγματεία λόγων· γέγονε δὲ αὐτῷ περὶ πέμπτης οὐσίας ἴδιος λόγος, ὅς ἐστιν αὐτῷ θεολογούμενος. Τοιαύτη τις καὶ ἡ διαίρεσις τῶν ὅλων, ὡς τύπῳ περιλαβεῖν,
[καὶ τῆς] κατὰ Ἀριστοτέλην φιλοσοφίας. Ὁ δὲ περὶ ψυχῆς αὐτῷ λόγος ἐστὶν ἀσαφής. Ἐν τρισὶ γὰρ συγγράμμασιν ὅλοις οὐκ ἔστιν εἰπεῖν σαφῶς, ὅ, τι φρονεῖ περὶ ψυχῆς Ἀριστοτέλης. Ὃν γὰρ ἀποδίδωσι τῆς ψυχῆς ὅρον ἔστιν εἰπεῖν ῥᾴδιον, τὸ δὲ ὑπὸ ὅρου δεδηλωμένον ἐστὶ δυσεύρετον. Ἔστι
γὰρ, φησί, ψυχὴ φυσικοῦ σώματος ὀργανικοῦ ἐντελέχεια, ἣ τίς ποτέ ἐστι, λόγων [πάνυ πολλῶν] δεῖται καὶ μεγάλης ζητήσεως. Ὁ δὲ θεός, ὁ πάντων τούτων τῶν ὄντων καλῶν αἴτιος, οὗτος τῆς ψυχῆς ἔστι καὶ μακροτέρῳ λόγῳ θεωροῦντι γνωσθῆναι χαλεπώτερος. Ὁ δὲ ὅρος, ὃν Ἀριστοτέλης ἀποδίδωσι περὶ τοῦ
θεοῦ, χαλεπὸς μὲν οὐκ ἔστι γνωσθῆναι, νοηθῆναι δέ ἐστιν ἀμήχανος. Νόησις γάρ, φησίν, ἔστι νοήσεως, ὅπερ ἔστι παντάπασιν οὐκ ὄν. Ὁ δὲ κόσμος ἄφθαρτος, ἀΐδιος κατὰ Ἀριστοτέλην ἐστίν· οὐδὲν γὰρ ἔχει πλημμελὲς ἐν αὐτῷ, προνοίᾳ καὶ φύσει κυβερνώμενος. Καταβέβληται δὲ Ἀριστοτέλης οὐ μόνον
περὶ φύσεως καὶ κόσμου καὶ προνοίας καὶ θεοῦ λόγους, ἀλλ(??) γὰρ γέγονεν αὐτῷ καὶ πραγματεία λόγων τις ἠθικῶν, ἐπιγράφει δὲ ταῦτα ἠθικὰ βιβλία, δι᾿ ὧν σπουδαῖον ἐκ φαύλου τὸ τῶν ἀκροωμένων ἦθος ἐργάζεται. Ἐὰν [οὖν] ὁ Βασιλείδης εὑρεθῇ μὴ τῇ δυνάμει μόνῃ ἀλλὰ καὶ τοῖς λόγοις αὐτοῖς καὶ
τοῖς ὀνόμασι τὰ τοῦ Ἀριστοτέλους δόγματα εἰς τὸν εὐαγγελικὸν καὶ σωτήριον ἡμῶν λόγον μεθαρμοζόμενος, τί λείψει, ἢ τὰ
v.1.p.356
ἀλλότρια ἀποδόντας ἐπιδεικνύναι τοῖς τούτου μαθηταῖς, ὅτι ἐθνικοὺς ὄντας αὐτοὺς Χριστὸς οὐδὲν ὠφελήσει;
Βασιλείδης τοίνυν καὶ Ἰσίδωρος, ὁ Βασιλείδου παῖς
γνήσιος καὶ μαθητής, φασὶν εἰρηκέναι Ματθίαν αὐτοῖς λόγους ἀποκρύφους, οὓς ἤκουσε παρὰ τοῦ σωτῆρος κατ᾿ ἰδίαν διδαχθείς. Ἴδωμεν οὗν πῶς καταφανῶς Βασιλείδης ὁμοῦ καὶ Ἰσίδωρος καὶ πᾶς ὁ τούτων χορὸς οὐχ ἁπλῶς καταψεύδεται μόνου Ματθίου, ἀλλὰ γὰρ καὶ τοῦ σωτῆρος αὐτοῦ. Ἤν, φησίν, ὅτε
ἦν οὐδέν, ἀλλ᾿ οὐδὲ τὸ οὐδὲν ἦν τι τῶν ὄντων, ἀλλὰ ψιλῶς καὶ ἀνυπονοήτως δίχα παντὸς σοφίσματος ἦν ὅλως οὐδὲ ἕν. Ὅταν δὲ λέγω, φησί, τὸ ἦν, οὐχ ὅτι ἦν λέγω, ἀλλ᾿ ἵνα σημάνω τοῦτο ὅπερ βουλομαι δεῖξαι, λέγω, φησίν, ὅτι ἦν ὅλως οὐδέν. Ἔστι γάρ, φησίν, ἐκεῖνο οὐχ ἁπλῶς ἄρρητον, ὃ ὀνομάζεται·
ἄρρητον γοῦν αὐτὸ καλοῦμεν, ἐκεῖνο δὲ οὐδὲ ἄρρητον· καὶ γὰρ τὸ οὐδ᾿ ἄρρητον οὐκ ἄρρητον ὀνομάζεται, ἀλλὰ ἔστι, φησίν, ὑπεράνω παντὸς ὀνόματος ὀνομαζομένου. Οὐδὲ γὰρ τῷ κόσμῳ, φησίν, ἐξαρκεῖ τὰ ὀνόματα, οὕτως ἐστὶ πολυσχιδής, ἀλλὰ ἐπιλέλοιπε· καὶ οὐ δέχομαι, φησί, κατὰ πάντων εὑρεῖν κυρίως
ὀνόματα, ἀλλὰ δεῖ τῇ διανοίᾳ αὐτοῖς ὀνόματα τῶν ὀνομαζομένων τὰς ἰδιότητας ἀρρήτως ἐκλαμβάνειν. Ἡ γὰρ ὁμωνυμία ταραχὴν ἐμπεποίηκε καὶ πλάνην τῶν πραγμάτων τοῖς ἀκροωμένοις. Τοῦτο πρῶτον σφετέρισμα καὶ κλέμμα τοῦ Περιπάτου λαβόντες ἀπατῶσι τὴν ἄνοιαν τῶν συναγελαζομένων ἅμα αὐτοῖς·
πολλαῖς γὰρ γενεαῖς Ἀριστοτέλης Βασιλείδου γεγενημένος πρότερος τὸν περὶ τῶν ὁμωνύμων ἐν ταῖς κατηγορίαις καταβέβληται λόγον, ὃν ὡς ἴδιον οὗτοι καὶ καινὸν τινὰ καὶ τῶν Ματθίου λόγων κρυφίων τινα ἕνα διασαφοῦσιν.
v.1.p.358
Ἐπεὶ οὗν οὐδὲν ἦν, οὐχ ὕλη, οὐκ οὐσία, οὐκ ἀνούσιον,
οὐχ ἁπλοῦν, οὐ σύνθετον, οὐκ ἀνόητον, οὐκ ἀναίσθητον, οὐκ ἄνθρωπος, οὐκ ἄγγελος, οὐ θεός, οὐδὲ ὅλως τι τῶν ὀνομαζομένων ἢ δι᾿ αἰσθήσεως λαμβανομένων ἢ νοητῶν πραγμάτων, ἀλλ᾿ οὕτω καὶ ἔτι λεπτομερεστέρως πάντων ἁπλῶς περιγεγραμμένων, οὐκ ὢν θεός, (ὃν Ἀριστοτέλης καλεῖ νόησιν
νοήσεως, οὗτοι δὲ οὐκ ὄντα) ἀνοήτως, ἀναισθήτως, ἀβούλως, ἀπροαιρέτως, ἀπαθῶς, ἀνεπιθυμήτως κόσμον ἠθέλησε ποιῆσαι. Τὸ δὲ ἠθέλησε λέγω, φησί, σημασίας χάριν, ἀθελήτως καὶ ἀνοήτως καὶ ἀναισθήτως· κόσμον δὲ οὐ τὸν κατὰ πλάτος καὶ διαίρεσιν γεγενημένον ὕστερον καὶ διεστῶτα, ἀλλὰ γὰρ
σπέρμα κόσμου. Τὸ δὲ σπέρμα τοῦ κόσμου πάντα εἶχεν ἐν ἑαυτῷ, ὡς ὁ τοῦ σινάπεως κόκκος ἐν ἐλαχίστῳ συλλαβὼν ἔχει πάντα ὁμοῦ, τὰς ῥίζας, τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὰ ἀνεξαρίθμητα [μετὰ] τῶν κόκκων [ἀπ]ὸ τοῦ φυτοῦ γεννώμενα
σπέρματα πάλιν ἄλλων καὶ ἄλλων πολλάκις φυτῶν κεχυμένων. Οὕτως οὐκ ὢν θεὸς ἐποίησε κόσμον οὐκ ὄντα ἐξ οὐκ ὄντων, καταβαλόμενος καὶ ὑποστήσας σπέρμα τι ἓν ἔχον πᾶσαν ἐν ἑαυτῷ τὴν τοῦ κόσμου πανσπερμίαν. Ἵνα δὲ καταφανέστερον ποιήσω τοῦτο ὅπερ ἐκεῖνοι λέγουσι· καθάπερ ὠὸν ὄρνιθος
εὐποικίλου τινὸς καὶ πολυχρωμάτου, οἱονεὶ τοῦ ταῶνος ἢ ἄλλου τινὸς ἔτι μᾶλλον πολυμόρφου καὶ πολυχρωμάτου, ἓν ὂν ὄντως ἔχει ἐν ἑαυτῷ πολλὰς οὐσιῶν πολυμόρφων καὶ πολυχρωμάτων καὶ πολυσυστάτων ἰδέας, οὕτως ἔχει τὸ καταβληθέν, φησίν, ὑπὸ τοῦ οὐκ ὄντος θεοῦ οὐκ ὂν σπέρμα [πανσπερμίαν]
τοῦ κόσμου πολύμορφον ὁμοῦ καὶ πολυούσιον.Πάντα οὖν, ὅσα ἐστὶν εἰπεῖν καὶ ἔτι μὴ εὑρόντα παραλιπεῖν, ὅσα τῷ μέλλοντι κόσμῳ γενέσθαι ἀπὸ τοῦ σπέρματος
v.1.p.360
ἔμελλεν ἁρμόζειν, ἀναγκαίοις καιροῖς ἰδίως κατὰ προσθήκην αὐξανόμενα, ὡς ὑπὸ τηλικούτου καὶ τοιούτου θεοῦ, ὁποῖον
οὐκ εἰπεῖν οὐδὲ νοήσει δυνατὴ γέγονε χωρῆσαι ἡ κτίσις, [καὶ] ἐνυπῆρχε τεθησαυρισμένα τῷ σπέρματι, καθάπερ νεογενεῖ παιδίῳ ὀδόντας ὕστερον ὁρῶμεν καὶ πατρικὴν προσγενέσθαι οὐσίαν καὶ φρένας καὶ ὅσα παραυξανομένῳ ἐκ νέου κατὰ μικρὸν ἀνθρώπῳ ἃ μὴ πρότερον ἦν γίνεται. Ἐπεὶ δὲ ἦν ἄπορον εἰπεῖν
προβολήν τινα τοῦ μὴ ὄντος θεοῦ γεγονέναι τι οὐκ ὄν, — φεύγει γὰρ πάνυ καὶ δέδοικε τὰς κατὰ προβολὴν τῶν γεγονότων οὐσίας ὁ Βασιλείδης — ποίας γὰρ προβολῆς χρεία, ἢ ποίας ὕλης ὑπόθεσις, ἵνα κόσμον θεὸς ἐργάσηται, καθάπερ ὁ ἀράχνης τὰ μηρύματα, ἢ θνητὸς ἄνθρωπος χαλκὸν ἢ ξύλον
ἤ τι τῶν τῆς ὕλης μερῶν ἐργαζόμενος λαμβάνει; Ἀλλὰ εἶπε, φησί, καὶ ἐγένετο, καὶ τοῦτό ἐστιν, ὡς λέγουσιν οἱ ἄνδρες οὗτοι, τὸ λεχθὲν ὑπὸ Μωσέως· Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Πόθεν, φησί, γέγονε τὸ φῶς; ἐξ οὐδενός· οὐ γὰρ γέγραπται, φησί, πόθεν, ἀλλ᾿ αὐτὸ μόνον ἐκ τῆς φωνῆς
τοῦ λέγοντος, ὁ δὲ λέγων, φησίν, οὐκ ἧν, οὐδὲ τὸ γενόμενον ἦν. Γέγονε, φησίν, ἐξ οὐκ ὄντων τὸ σπέρμα τοῦ κόσμου, ὁ λόγος ὁ λεχθείς· γενηθήτω φῶς, καὶ τοῦτο, φησίν, ἔστι τὸ λεγόμενον ἐν τοῖς εὐαγγελίοις· Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν
κόσμον. Λαμβάνει τὰς ἀρχὰς ἀπὸ τοῦ σπέρματος ἐκείνου καὶ φωτίζεται. Τοῦτό ἐστι τὸ σπέρμα, ὃ ἔχει ἐν ἑαυτῷ πᾶσαν τὴν πανσπερμίαν, ὅ φησιν Ἀριστοτέλης γένος εἶναι εἰς ἀπείρους τεμνόμενον ἰδέας, ὡς τέμνομεν ἀπὸ τοῦ ζῴου βοῦν, ἵππον, ἄνθρωπον, ὅπερ ἐστὶν οὐκ ὄν. Ὑποκειμένου τοίνυν τοῦ
κοσμικοῦ σπέρματος, ἐκεῖνοι λέγουσιν· ὅ, τι ἂν λέγω, φησίν, μετὰ ταῦτα γεγονέναι, μὴ ἐπιζήτει πόθεν. Εἶχε γὰρ πάντα τὰ σπέρματα ἐν ἑαυτῷ τεθησαυρισμένα καὶ κατακείμενα, οἷον οὐκ ὄντα, ὑπό τε τοῦ οὐκ ὄντος θεοῦ γενέσθαι προβεβουλευμένα. Ἴδωμεν οὖν, τί λέγουσι πρῶτον ἢ τί δεύτερον ἢ τί τρίτον
v.1.p.362
τὸ ἀπὸ τοῦ σπέρματος τοῦ κοσμικοῦ γεγενημένον. Ἦν, φησίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γενητὴ ἐξ οὐκ ὄντων. Ταύτης τῆς υἱότητος τῆς τριχῆ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ [παχυμερές, τὸ δὲ] ἀποκαθάρσεως δεόμενον. Τὸ μὲν οὖν λεπτομερὲς
εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ οὐκ ὄντος διέσφυξε καὶ ἀνῆλθε καὶ ἀνέδραμε κάτωθεν ἄνω, ποιητικῷ τινὶ χρησάμενον τάχει ὡσεὶ πτερὸν ἠὲ νόημα, καὶ ἐγένετο, φησί, πρὸς τὸν οὐκ ὄντα· ἐκείνου γὰρ δι᾿ ὑπερβολὴν
κάλλους καὶ ὡραιότητος πᾶσα φύσις ὀρέγεται, ἄλλη δὲ ἄλλως. Ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα, ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη· πολὺ γὰρ ἐνδεεστέρα τῆς λεπτομερείας, ἧς εἶχεν ἡ δι᾿ αὐτῆς υἱότης ἀναδραμοῦσα, ἀπελείπετο. Ἐπτέρωσεν οὖν αὐτὴν ἡ υἱότης ἡ παχυμερεστέρα
τοιούτῳ τινὶ πτερῷ, ὁποίῳ διδάσκαλος ὦν Πλάτων Ἀριστοτέλους ἐν Φαίδρῳ τὴν ψυχὴν πτεροῖ, καὶ καλεῖ τὸ τοιοῦτο Βασιλείδης οὐ πτερόν, ἀλλὰ πνεῦμα ἅγιον, ὃ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται. Εὐεργετεῖ μέν, ὅτι καθάπερ ὄρνιθος πτερὸν αὐτὸ κατ᾿ αὐτὸ τοῦ ὄρνιθος ἀπηλλαγμένον
οὐκ ἂν γένοιτό ποτε ὑψηλὸν οὐδὲ μετάρσιον, οὐδ᾿ αὖ ὄρνις ἀπολελυμένος τοῦ πτεροῦ οὐκ ἄν ποτε γένοιτο ὑψηλὸς οὐδὲ μετάρσιος. Τοιοῦτόν τινα τὸν λόγον ἔσχεν ἡ υἱότης πρὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸ πνεῦμα πρὸς τὴν υἱότητα. Ἀναφερομένη γὰρ ὑπὸ τοῦ πνεύματος ἡ υἱότης ὡς ὑπὸ πτεροῦ ἀναφέρει
τὸ πτερόν, τουτέστι τὸ πνεῦμα, καὶ πλησίον γενομένη τῆς λεπτομεροῦς υἱότητος καὶ τοῦ θεοῦ τοῦ οὐκ ὄντος καὶ δημιουργήσαντος ἐξ οὐκ ὄντων, ἔχειν μὲν αὐτὸ μετ᾿ αὐτῆς οὐκ ἠδύνατο, ἧν γὰρ οὐχ ὁμοούσιον, οὐδὲ φύσιν εἶχε μετὰ τῆς υἱότητος· ἀλλὰ ὥσπερ ἔστι παρὰ φύσιν καὶ ὀλέθριος τοῖς ἰχθύσιν ἀὴρ
καθαρὸς καὶ ξηρός, οὕτω τῷ πνεύματι τῷ ἁγίῳ ἦν παρὰ φύσιν ἐκεῖνο τὸ ἀρρήτων ἀρρητότερον καὶ πάντων ἀνώτερον ὀνομάτων τοῦ οὐκ ὄντος ὁμοῦ θεοῦ χωρίον καὶ τῆς υἱότητος. Κατέλιπεν
v.1.p.364
οὖν αὐτὸ πλησίον ἡ υἱότης ἐκείνου τοῦ μακαρίου καὶ νοηθῆναι μὴ δυναμένου μηδὲ χαρακτηρισθῆναι τινὶ λόγῳ χωρίου
οὐ παντάπασιν ἔρημον οὐδὲ ἀπηλλαγμένον τῆς υἱότητος· ἀλλὰ γὰρ ὥσπερ εἰς ἄγγος ἐμβληθὲν μύρον εὐωδέστατον εἰ καὶ ὅτι μάλιστα ἐπιμελῶς ἐκκενωθείη, ὅμως ὀσμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, κἂν ᾖ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὀσμὴν τὸ ἀγγεῖον ἔχει, εἰ καὶ μὴ μύρον, οὕτως τὸ
πνεῦμα τὸ ἄγιον μεμένηκε τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον, ἔχει δὲ ἐν ἑαυτῷ μύρου παραπλησίως τὴν δύναμιν, [τῆς υἱότητος] ὀσμήν· καὶ τοῦτό ἐστι τὸ λεγόμενον· ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τοῦ Ἀαρών, ἡ ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω
μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ᾿ ἡμᾶς, ὅθεν ἤρξατο ἀνελθεῖν ἡ υἱότης οἱονεὶ ἐπὶ πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων ἐνεχθεῖσα. Σπεύδει γὰρ, φησί, πάντα κάτωθεν ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα· οὐδὲν δὲ οὕτως ἀνόητόν ἐστι τῶν [ἐν] τοῖς κρείττοσιν, ἵνα μὴ κατέλθῃ κάτω.
Ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη ἐμμεμένηκε τῷ μεγάλῳ τῆς πανσπερμίας σωρῷ εὐεργετοῦσα καὶ εὐεργετουμένη. Τίνα δὲ τὸν τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.
Ἐπεὶ οὖν γέγονε πρώτη καὶ δευτέρα ἀναδρομὴ τῆς υἱότητος καὶ μεμένηκεν αὐτοῦ τὸ πνεῦμα τὸ ἅγιον τὸν εἰρημένον τρόπον, στερέωμα τῶν ὑπερκοσμίων καὶ τοῦ κόσμου μεταξὺ τεταγμένον — διῄρηται γὰρ ὑπὸ Βασιλείδου τὰ ὄντα εἰς δύο τὰς προεχεῖς καὶ πρώτας διαιρέσεις, καὶ καλεῖται κατ᾿ αὐτὸν
τὸ μέν τι κόσμος, τὸ δέ τι ὑπερκόσμια, τὸ δὲ μεταξὺ τοῦ κόσμου καὶ τῶν ὑπερκοσμίων μεθόριον πνεῦμα τοῦτο, ὅπερ ἐστὶ καὶ ἅγιον καὶ τῆς υἱότητος ἔχει μένουσαν ἐν ἑαυτῷ τὴν ὀσμήν — ὄντος οὖν τοῦ στερεώματος, ὅ ἐστιν ὑπεράνω τοῦ οὐρανοῦ, διέσφυξε καὶ ἐγεννήθη ἀπὸ τοῦ κοσμικοῦ σπέρματος
καὶ τῆς πανσπερμίας τοῦ σωροῦ ὁ μέγας ἄρχων, ἡ κεφαλὴ τοῦ v.1.p.366
κόσμου, κάλλος τι καὶ μέγεθος καὶ δύναμις λυθῆναι μὴ δυναμένη. Ἀρρήτων γάρ, φησίν, ἐστὶν ἀρρητότερος καὶ δυνατῶν δυνατώτερος καὶ σοφῶν σοφώτερος, καὶ ὅ, τι ἂν εἴπῃς πάντων τῶν καλῶν κρείττων· οὗτος γεννηθεὶς ἐπῆρεν ἑαυτὸν καὶ
μετεώρισε καὶ ἠνέχθη ὅλος ἄνω μέχρι τοῦ στερεώματος, τῆς δὲ ἀναδρομῆς καὶ τοῦ ὑψώματος τὸ στερέωμα τέλος εἶναι νομίσας, καὶ μηδὲ εἶναι μετὰ ταῦτα ὅλως μηδὲν ἐπινοήσας, ἐγένετο μὲν ὑποκειμένων πάντων, ὅσα ἦν λοιπὸν κοσμικά, σοφώτερος, δυνατώτερος, ἐκπρεπέστερος, φωτεινότερος, πᾶν ὅ, τι ἂν εἴπῃς
καλὸν διαφέρον χωρὶς μόνης τῆς ὑπολελειμμένης υἱότητος ἔτι ἐν τῇ πανσπερμίᾳ· ἠγνόει γὰρ ὅτι ἐστὶν αὐτοῦ σοφωτέρα καὶ δυνατωτέρα καὶ κρείττων. Νομίσας οὖν αὐτὸς εἶναι κύριος καὶ δεσπότης καὶ σοφὸς ἀρχιτέκτων τρέπεται εἰς τὴν καθ᾿ ἕκαστα κτίσιν τοῦ κόσμου. Καὶ πρῶτον μὲν ἠξίωσε μὴ εἶναι μόνος,
ἀλλὰ ἐποίησεν ἑαυτῷ καὶ ἐγέννησεν ἐκ τῶν ὑποκειμένων υἱὸν ἑαυτοῦ πολὺ κρείττονα καὶ σοφώτερον. Ταῦτα γὰρ ἦν πάντα προβεβουλευμένος ὁ οὐκ ὢν θεός, ὅτε τὴν πανσπερμίαν κατέβαλεν. Ἰδὼν οὗν τὸν υἱὸν ἐθαύμασε καὶ ἠγάπησε καὶ κατεπλάγη· τοιοῦτον γάρ τι κάλλος ἐφαίνετο υἱοῦ τῷ μεγάλῳ ἄρχοντι·
καὶ ἐκάθισεν αὐτὸν ἐκ δεξιῶν ὁ ἄρχων. Αὕτη ἐστὶν ἡ κατ᾿ αὐτοὺς ὀγδοὰς λεγομένη, ὅπου ἐστὶν ὁ μέγας ἄρχων καθήμενος. Πᾶσαν οὖν τὴν ἐπουράνιον κτίσιν, τουτέστι τὴν αἰθέριον, αὐτὸς εἰργάσατο ὁ δημιουργὸς ὁ μέγας σοφός· ἐνήργει δὲ αὐτῷ καὶ ὑπετίθετο ὁ υἱὸς ὁ τούτου γενόμενος, ὢν αὐτοῦ
τοῦ δημιουργοῦ πολὺ σοφώτερος. Αὕτη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην σώματος φυσικοῦ ὀργανικοῦ ἐντελέχεια, ψυχὴ ἐνεργοῦσα τῷ σώματι, ἧς δίχα τὸ σῶμα ἐργάζεσθαι οὐδὲν δύναται, μεῖζον καὶ ἐπιφανέστερον καὶ δυνατώτερον καὶ σοφώτερον τοῦ σώματος. Ὃν λόγον οὖν
Ἀριστοτέλης ἀποδέδωκε περὶ τῆς ψυχῆς καὶ τοῦ σώματος πρότερος, Βασιλείδης περὶ τοῦ μεγάλου ἄρχοντος καὶ τοῦ κατ᾿ αὐτὸν υἱοῦ διασαφεῖ. Τόν τε γὰρ υἱὸν ὁ ἄρχων κατὰ Βασιλείδην
v.1.p.368
γεγέννηκε, τήν τε ψυχὴν ἔργον καὶ ἀποτέλεσμά φησιν εἶναι ὁ Ἀριστοτέλης φυσικοῦ σώματος ὀργανικοῦ ἐντελέχειαν. Ὡς οὖν
ἡ ἐντελέχεια διοικεῖ τὸ σῶμα, οὕτως ὁ υἱὸς διοικεῖ κατὰ Βασιλείδην τὸν ἀρρήτων ἀρρητότερον θεόν. Πάντα οὗν ἔστι προνοούμενα καὶ διοικούμενα ὑπὸ τῆς ἐντελεχείας τοῦ ἄρχοντος τοῦ μεγάλου τὰ αἰθέρια, ἅτινα μέχρι σελήνης ἐστίν· ἐκεῖθεν γὰρ ἀὴρ αἰθέρος διακρίνεται. Κεκοσμημένων οὖν πάντων τῶν αἰθερίων
πάλιν ἀπὸ τῆς πανσπερμίας ἄλλος ἄρχων ἀνέβη, μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς μέντοι τῆς καταλελειμμένης υἱότητος, πολὺ δὲ ὑποδεέστερος τοῦ πρώτου ἄρχοντος. Ἔστι δὲ καὶ οὗτος ἄρρητος ὑπ᾿ αὐτῶν λεγόμενος. Καὶ καλεῖται ὁ τόπος οὗτος ἑβδομάς, καὶ πάντων τῶν ὑποκειμένων οὗτός
ἐστι διοικητὴς καὶ δημιουργός, ποιήσας καὶ αὐτὸς ἑαυτῷ υἱὸν ἐκ τῆς πανσπερμίας, καὶ αὐτὸς ἑαυτοῦ φρονιμώτερον καὶ σοφώτερον, παραπλησίως τοῖς ἐπὶ τοῦ πρώτου λελεγμένοις. Τὸ δὲ ἐν τῷ διαστήματι τούτῳ ὁ σωρὸς αὐτὸς ἐστί, φησί, καὶ ἡ πανσπερμία, καὶ γίνεται κατὰ φύσιν τὰ γινόμενα ὡς φθάσαν
τεχθῆναι ὑπὸ τοῦ τὰ μέλλοντα λέγεσθαι, ὅτε δεῖ καὶ οἷα δεῖ καὶ ὡς δεῖ λελογισμένῳ. Καὶ τούτων ἔστιν ἐπιστάτης ἢ φροντιστὴς ἢ δημιουργὸς οὐδείς· ἀρκεῖ γὰρ αὐτοῖς ὁ λογισμὸς ἐκεῖνος, ὃν ὁ οὐκ ὢν ὅτε ἐποίει ἐλογίζετο.
Ἐπεὶ οὖν τετέλεσται κατ᾿ αὐτοὺς ὁ κόσμος ὅλος καὶ
τὰ ὑπερκόσμια καὶ ἔστιν ἐνδεὲς οὐδέν, λείπεται δὲ ἐν τῇ πανσπερμίᾳ ἡ υἱότης ἡ τρίτη, ἡ καταλελειμμένη εὐεργετεῖν καὶ εὐεργετεῖσθαι ἐν τῷ σπέρματι, καὶ ἔδει τὴν ὑπολελειμμένην υἱότητα ἀποκαλυφθῆναι καὶ ἀποκατασταθῆναι ἄνω ἐκεῖ ὑπὲρ τὸ μεθόριον πνεῦμα πρὸς τὴν υἱότητα τὴν λεπτομερῆ καὶ μιμητικὴν καὶ
τὸν οὐκ ὄντα, ὡς γέγραπται, φησί· Καὶ ἡ κτίσις αὐτὴ συστενάζει καὶ συνωδίνει τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἐκδεχομένη. Υἱοὶ δέ, φησίν, ἐσμὲν ἡμεῖς οἱ πνευματικοί, ἐνθάδε καταλελειμμένοι διακοσμῆσαι καὶ διατυπῶσαι
v.1.p.370
καὶ διορθώσασθαι καὶ τελειῶσαι τὰς ψυχὰς κάτω φύσιν
ἐχούσας μένειν ἐν τούτῳ τῷ διαστήματι. Μέχρι μὲν οὗν Μωσέως ἀπὸ Ἀδὰμ ἐβασίλευσεν ἡ ἁμαρτία, καθὼς γέγραπται· ἐβασίλευσε γὰρ ὁ μέγας ἄρχων ὁ ἔχων τὸ τέλος αὐτοῦ μέχρι στερεώματος, νομίζων αὐτὸς εἶναι θεὸς μόνος, καὶ ὑπὲρ αὐτὸν εἶναι μηδέν, πάντα γὰρ ἦν φυλασσόμενα ἀποκρύφῳ σιωπῇ.
Τοῦτο, φησίν, ἐστὶ τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ἀλλὰ ἦν ἐν ἐκείνοις τοῖς χρόνοις βασιλεὺς καὶ κύριος ὡς ἐδόκει τῶν ὅλων ὁ μέγας ἄρχων, ἡ ὀγδοάς. Ἦν δὲ καὶ τούτου τοῦ διαστήματος βασιλεὺς καὶ κύριος ἡ ἑβδομάς, καὶ ἔστιν ἡ μὲν ὀγδοὰς ἄρρητος, ῥητὸν δὲ ἡ ἑβδομάς. Οὗτος ἐστί,
φησίν, ὁ τῆς ἑβδομάδος ἄρχων ὁ λαλήσας τῷ Μωϋσῇ καὶ εἰπών· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ τὸ ὄνομα τοῦ θεοῦ οὐκ ἐδήλωσα αὐτοῖς (οὕτως γὰρ θέλουσι γεγράφθαι), τουτέστι τοῦ ἀρρήτου τῆς ὀγδοάδος ἄρχοντος θεοῦ. Πάντες οὖν οἱ προφῆται οἱ πρὸ τοῦ σωτῆρος, φησίν, ἐκεῖθεν
ἐλάλησαν. Ἐπεὶ οὖν ἔδει ἀποκαλυφθῆναι, φησίν, ἡμᾶς τὰ τέκνα τοῦ θεοῦ, περὶ ὧν ἐστέναξε, φησίν, ἡ κτίσις καὶ ὤδινεν, ἀπεκδεχομένη τὴν ἀποκάλυψιν, ἦλθε τὸ εὐαγγέλιον εἰς τὸν κόσμον, καὶ διῆλθε διὰ πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου· ἦλθε δὲ ὄντως, καίπερ
οὐδὲν κατῆλθεν ἄνωθεν, οὐδὲ ἐξέστη ἡ μακαρία υἱότης ἐκείνου τοῦ ἀπερινοήτου καὶ μακαρίου οὐκ ὄντος θεοῦ. Ἀλλὰ γὰρ καθάπερ ὁ νάφθας ὁ ἰνδικός, ὀφθεὶς μόνον ἀπὸ πάνυ πολλοῦ διαστήματος συνάπτει πῦρ, οὕτω κάτωθεν ἀπὸ τῆς
ἀμορφίας τοῦ σωροῦ διήκουσιν αἱ δυνάμεις μέχρις ἄνω τῆς υἱότητος. Ἅπτει μὲν γὰρ καὶ λαμβάνει τὰ νοήματα κατὰ τὸν νάφθαν τὸν ἰνδικόν, οἷον ἅφθας τις ὢν ὁ τοῦ μεγάλου τῆς ὀγδοάδος ἄρχοντος υἱὸς ἀπὸ τῆς μετὰ τὸ μεθόριον μακαρίας υἱότητος. Ἡ γὰρ ἐν μέσῳ τοῦ ἁγίου πνεύματος ἐν τῷ μεθορίῳ
τῆς υἱότητος δύναμις ῥέοντα καὶ φερόμενα τὰ νοήματα τῆς υἱότητος μεταδίδωσι τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος.
v.1.p.372