Ἡ μὲν οὖν πρώτη καὶ καθαριωτάτη Μαρκίωνος αἵρεσις, ἐξ ἀγαθοῦ καὶ κακοῦ τὴν σύστασιν ἔχουσα, Ἐμπεδοκλέους ἡμῖν εἶναι πεφανέρωται· ἐπεὶ δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων Ἀσσύριος, πρὸς Βαρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσας λόγους
περὶ τῆς αἱρέσεως, οὐδὲ τοῦτο σιωπήσομαι. Τρίτην φάσκων v.1.p.396
δίκαιον εἶναι ἀρχὴν καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην, οὐδ᾿ οὕτως δὴ ὁ Πρέπων τὰς Ἐμπεδοκλέους διαφυγεῖν ἴσχυσε δόξας. Κόσμον γάρ φησιν εἶναι ὁ Ἐμπεδοκλῆς τὸν ὑπὸ τοῦ νείκους διοικούμενον τοῦ πονηροῦ, καὶ ἕτερον νοητὸν τὸν
ὑπὸ τῆς φιλίας, καὶ εἶναι ταύτας τὰς διαφερούσας ἀρχὰς δύο ἀγαθοῦ καὶ κακοῦ, μέσον δὲ εἶναι τῶν διαφόρων ἀρχῶν δίκαιον λόγον, καθ᾿ ὃν συγκρίνεται τὰ διῃρημένα ὑπὸ τοῦ νείκους καὶ προσαρμόζεται κατὰ τὴν φιλίαν τῷ ἑνί. Τοῦτον δὲ αὐτὸν τὸν δίκαιον λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον Μοῦσαν ὁ Ἐμπεδοκλῆς
προσαγορεύων, καὶ αὐτὸς αὑτῷ συναγωνίζεσθαι παρακαλεῖ, λέγων ὧδέ πως· εἰκάραι φημερίων ἕνεκεν τινός, ἄμβροτε Μοῦσα, ἡμετέρας μελέτας διὰ φροντίδος ἐλθεῖν εὐχομένων, νῦν αὖτε παρίστασο, Καλλιόπεια,
ἀμφὶ θεῶν μακαρίων ἀγαθὸν λόγον ἐμφαίνοντι. Τούτοις κατακολουθῶν Μαρκίων τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν παντάπασι παρῃτήσατο, ἄτοπον εἶναι νομίζων ὑπὸ τὸ πλάσμα τοῦ ὀλεθρίου τούτου νείκους γεγονέναι τὸν λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον, τουτέστι τῷ ἀγαθῷ, ἀλλὰ χωρὶς γενέσεως
ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος κατεληλυθότα αὐτὸν ἄνωθεν, μέσον ὄντα κακοῦ καὶ ἀγαθοῦ, διδάσκειν ἐν ταῖς συναγωγαῖς. Εἰ γὰρ μέσος τίς ἐστιν, ἀπήλλακται, φησί, πάσης τῆς τοῦ κακοῦ φύσεως· κακὸς δ᾿ ἐστίν, ὡς λέγει, ὁ δημιουργὸς καὶ τούτου τὰ ποιήματα. Διὰ τοῦτο ἀγέννητος
κατῆλθεν ὁ Ἰησοῦς, φησίν, ἵνα ᾗ πάσης ἀπηλλαγμένος κακίας. Ἀπήλλακται δέ, φησί, καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἵνα ᾖ μέσος τις, ὥς φησιν ὁ Παῦλος, καὶ ὡς αὐτὸς ὁμολογεῖ· Τί με λέγετε
v.1.p.398
ἀγαθόν; εἷς ἐστὶν ἀγαθός. Ταῦτα μὲν οὗν τὰ Μαρκίωνι δόξαντα, δι᾿ ὧν ἐπλάνησε πολλοὺς τοῖς Ἐμπεδοκλέους
λόγοις χρησάμενος, καὶ τὴν ὑπ᾿ ἐκείνου ἐφηυρημένην φιλοσοφίαν ἰδίᾳ δόξῃ μετάγων αἵρεσιν ἄθεον συνεστήσατο, ἣν ἱκανῶς ἠλέγχθαι ὑφ᾿ ἡμῶν νομίζω μηθέν τε καταλελεῖφθαι, ὧν κλεψιλογήσαντες παρ᾿ Ἑλλήνων τοὺς Χριστοῦ μαθητὰς ἐπηρεάζουσιν, ὡς τούτων αὐτοῖς γενομένους διδασκάλους. Ἀλλ᾿
ἐπεὶ καὶ τὰ τούτου ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι, ἴδωμεν τί λέγει καὶ Καρποκράτης.
Καρποκράτης τὸν μὲν κόσμον καὶ τὰ ἐν αὐτῷ ὑπὸ ἀγγέλων πολὺ ὑποβεβηκότων τοῦ ἀγενήτου πατρὸς γεγενῆσθαι λέγει, τὸν δὲ Ἰησοῦν ἐξ Ἰωσὴφ γεγεννῆσθαι, καὶ ὅμοιον τοῖς
ἀνθρώποις γεγονότα δικαιότερον τῶν λοιπῶν γενέσθαι, τὴν δὲ ψυχὴν αὐτοῦ εὔτονον καὶ καθαρὰν γεγονυῖαν διαμνημονεῦσαι τὰ ὁρατὰ μὲν αὐτῇ ἐν τῇ μετὰ τοῦ ἀγενήτου θεοῦ περιφορᾷ, καὶ διὰ τοῦτο ὑπ᾿ ἐκείνου αὐτῇ καταπεμφθῆναι δύναμιν, ὅπως τοὺς κοσμοποιοὺς ἐκφυγεῖν δι᾿ αὐτῆς δυνηθῇ· ἣν καὶ διὰ
v.1.p.400
πάντων χωρήσασαν ἐν πᾶσί τε ἐλευθερωθεῖσαν ἀνεληλυθέναι πρὸς αὐτόν, [καὶ ὁμοίως τὴν] τὰ ὅμοια αὐτῇ ἀσπαζομένην. Τὴν δὲ τοῦ Ἰησοῦ λέγουσι ψυχὴν ἐννόμως ἠσκημένην ἐν Ἰουδαϊκοῖς ἔθεσι καταφρονῆσαι αὐτῶν, καὶ διὰ τοῦτο δυνάμεις εἰληφέναι, δι᾿ ὧν
κατήργησε τὰ ἐπὶ κολάσεσι πάθη προσόντα τοῖς ἀνθρώποις. Τὴν οὖν ὁμοίως ἐκείνῃ τῇ τοῦ Χριστοῦ ψυχῇ δυναμένην καταφρονῆσαι τῶν κοσμοποιῶν ἀρχόντων ὁμοίως λαμβάνειν δύναμιν πρὸς τὸ πρᾶξαι τὰ ὅμοια. Διὸ καὶ εἰς τοῦτο τὸ τῦφος κατεληλύθασιν, ὥστε τοὺς μὲν ὁμοίους αὐτῷ εἶναι λέγουσι τῷ Ἰησοῦ,
τοὺς δὲ καὶ ἔτι κατά τι δυνατωτέρους τινάς, ὄντας δὲ καὶ διαφορωτέρους τῶν ἐκείνου μαθητῶν, οἷον Πέτρου καὶ Παύλου καὶ τῶν λοιπῶν ἀποστόλων, τούτους δὲ κατὰ μηδὲν ἀπολείπεσθαι
v.1.p.402
τοῦ Ἰησοῦ. Τὰς δὲ ψυχὰς αὐτῶν ἐκ τῆς ὑπερκειμένης ἐξουσίας παρούσας, καὶ διὰ τοῦτο ὡσαύτως καταφρονούσας τῶν κοσμοποιῶν,
τῆς αὐτῆς ἠξιῶσθαι δυνάμεως καὶ αὖθις εἰς τὸ αὐτὸ χωρῆσαι· εἰ δέ τις ἐκείνου πλέον καταφρονήσειεν τῶν ἐνταῦθα, δύνασθαι διαφορώτερον αὐτοῦ ὑπάρχειν. Τέχνας οὖν μαγικὰς ἐξεργάζονται καὶ ἐπαοιδάς, φίλτρα τε καὶ χαριτήσια, παρέδρους τε καὶ ὀνειροπόμπους καὶ τὰ λοιπὰ κακουργήματα, φάσκοντες
ἐξουσίαν ἔχειν πρὸς τὸ κυριεύειν ἤδη τῶν ἀρχόντων καὶ ποιητῶν τοῦδε τοῦ κόσμου, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν αὐτῷ ποιημάτων ἁπάντων· οἵτινες καὶ αὐτοὶ εἰς διαβολὴν τοῦ θείου τῆς ἐκκλησίας ὀνόματος πρὸς τὰ ἔθνη ὑπὸ τοῦ σατανᾶ προεβλήθησαν, ἵνα κατ᾿ ἄλλον καὶ ἄλλον τρόπον τὰ ἐκείνων ἀκούοντες
ἄνθρωποι, καὶ δοκοῦντες ἡμᾶς πάντας τοιούτους ὑπάρχειν ἀποστρέφωσι τὰς ἀκοὰς αὐτῶν ἀπὸ τοῦ τῆς ἀληθείας κηρύγματος, ἢ καὶ βλέποντες τὰ ἐκείνων ἅπαντας ἡμᾶς βλασφημῶσιν. Εἰς τοσοῦτον δὲ μετενσωματοῦσθαι φάσκουσι τὰς ψυχάς, ὅσον πάντα τὰ ἁμαρτήματα πληρώσωσιν· ὅταν δὲ μηδὲν λείπῃ, τότε
ἐλευθερωθεῖσαν ἀπαλλαγῆναι πρὸς ἐκεῖνον τὸν ὑπεράνω τῶν κοσμοποιῶν ἀγγέλων θεόν, καὶ οὕτως σωθήσεσθαι πάσας τὰς ψυχάς. Τινὲς δὲ φθάσασαι ἐν μιᾷ παρουσίᾳ ἀναμιγῆναι
v.1.p.404
πάσαις ἁμαρτίαις οὐκέτι μετενσωματοῦνται, ἀλλὰ πάντα ὁμοῦ ἀποδοῦσαι τὰ ὀφλήματα ἐλευθερωθήσονται τοῦ μηκέτι γενέσθαι
ἐν σώματι. Τούτων τινὲς καὶ καυτηριάζουσι τοὺς ἰδίους μαθητὰς ἐν τοῖς ὀπίσω μέρεσι τοῦ λοβοῦ τοῦ δεξιοῦ ὠτός. Καὶ εἰκόνας δὲ κατασκευάζουσι τοῦ Χριστοῦ λέγοντες ὑπὸ Πιλάτου τῷ καιρῷ ἐκείνῳ γενέσθαι.
Κήρινθος δέ τις, αὐτὸς Αἰγυπτίων παιδείᾳ ἀσκηθείς,
ἔλεγεν οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ γεγονέναι τὸν κόσμον, ἀλλ᾿ ὑπὸ δυνάμεώς τινος κεχωρισμένης τῆς ὑπὲρ τὰ ὅλα ἐξουσίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν. Τὸν δὲ Ἰησοῦν ὑπέθετο μὴ ἐκ παρθένου γεγενῆσθαι, γεγονέναι δὲ αὐτὸν ἐξ Ἰωσὴφ καὶ Μαρίας υἱὸν ὁμοίως τοῖς λοιποῖς ἅπασιν ἀνθρώποις, καὶ δικαιότερον
γεγονέναι καὶ σοφώτερον. Καὶ μετὰ τὸ βάπτισμα κατελθεῖν εἰς αὐτὸν ἐκ τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας τὸν Χριστὸν ἐν εἴδει περιστερᾶς, καὶ τότε κηρῦξαι τὸν ἄγνωστον πατέρα, καὶ δυνάμεις ἐπιτελέσαι, πρὸς δὲ τῷ τέλει ἀποπτῆναι τὸν Χριστὸν ἀπὸ τοῦ Ἰησοῦ, καὶ τὸν Ἰησοῦν πεπονθέναι καὶ ἐγηγέρθαι,
τὸν δὲ Χριστὸν ἀπαθῆ διαμεμενηκέναι πνευματικὸν ὑπάρχοντα.
v.1.p.406
Ἐβιωναῖοι δὲ ὁμολογοῦσι μὲν τὸν κόσμον ὑπὸ τοῦ ὄντως θεοῦ γεγονέναι, τὰ δὲ περὶ τὸν Χριστὸν ὁμοίως τῷ Κηρίνθῳ καὶ Καρποκράτει μυθεύουσιν. Ἔθεσιν Ἰουδαϊκοῖς ζῶσι,
κατὰ νόμον φάσκοντες δικαιοῦσθαι, καὶ τὸν Ἰησοῦν λέγοντες δεδικαιῶσθαι ποιήσαντα τὸν νόμον· διὸ καὶ Χριστὸν αὐτὸν τοῦ θεοῦ ὠνομάσθαι, καὶ Ἰησοῦν, ἐπεὶ μηδεὶς τῶν [ἑτέρων] ἐτέλεσε τὸν νόμον· εἰ γὰρ καὶ ἕτερός τις πεποιήκει τὰ ἐν νόμῳ προςτεταγμένα, ἦν ἂν ἐκεῖνος ὁ Χριστός. Δύνασθαι δὲ καὶ ἑαυτοὺς
ὁμοίως ποιήσαντας Χριστοὺς γενέσθαι· καὶ γὰρ καὶ αὐτὸν ὁμοίως ἄνθρωπον εἶναι πᾶσι λέγουσιν.
Θεόδοτος δέ τις ὢν Βυζάντιος εἰσήγαγεν αἵρεσιν καινήν, φάσκων τὰ περὶ μὲν τῆς τοῦ παντὸς ἀρχῆς σύμφωνα ἐκ μέρους τοῖς τῆς ἀληθοῦς ἐκκλησίας, ὑπὸ τοῦ θεοῦ πάντα ὁμολογῶν
γεγονέναι, τὸν δὲ Χριστὸν ἐκ τῆς τῶν γνωστικῶν καὶ Κηρίνθου καὶ Ἐβίωνος σχολῆς ἀποσπάσας φάσκει τοιούτῳ τινὶ τρόπῳ πεφηνέναι· καὶ τὸν μὲν Ἰησοῦν εἶναι ἄνθρωπον ἐκ παρθένου γεγενημένον κατὰ βουλὴν τοῦ πατρός, βιώσαντα δὲ κοινῶς πᾶσιν ἀνθρώποις καὶ εὐσεβέστατον γεγονότα ὕστερον ἐπὶ
τοῦ βαπτίσματος ἐπὶ τῷ Ἰορδάνῃ κεχωρηκέναι τὸν Χριστὸν ἄνωθεν κατεληλυθότα ἐν εἴδει περιστερᾶς, ὅθεν οὐ πρότερον τὰς δυνάμεις ἐν αὐτῷ ἐνηργηκέναι, ἢ ὅτε κατελθὸν ἀνεδείχθη ἐν αὐτῷ τὸ πνεῦμα, ὃ εἶναι τὸν Χριστὸν προσαγορεύει. Θεὸν δὲ οὐδέποτε τοῦτον γεγονέναι οὗτοι θέλουσιν ἐπὶ τῇ καθόδῳ τοῦ
πνεύματος, ἕτεροι δὲ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν.Διαφόρων δὲ γενομένων ἐν αὐτοῖς ζητήσεων ἐπεχείρησέ τις καὶ αὐτὸς Θεόδοτος καλούμενος, τραπεζίτης τὴν τέχνην, λέγειν δύναμιν τινὰ τὸν Μελχισεδὲκ εἶναι μεγίστην, καὶ τοῦτον εἶναι μείζονα τοῦ Χριστοῦ, οὗ κατ᾿ εἰκόνα φάσκουσι τὸν Χριστὸν
τυγχάνειν, καὶ αὐτοὶ ὁμοίως τοῖς προειρημένοις Θεοδοτιανοῖς v.1.p.408
ἄνθρωπον εἶναι λέγουσι τὸν Ἰησοῦν, καὶ κατὰ τὸν αὐτὸν λόγον τὸν Χριστὸν εἰς αὐτὸν κατεληλυθέναι.
Γνωστικῶν δὲ διάφοροι γνῶμαι, ὧν οὐκ ἄξιον καταριθμεῖν τὰς φλυάρους δόξας ἐκρίναμεν, οὔσας πολλὰς ἀλόγους τε καὶ
βλασφημίας γεμούσας, ὧν πάνυ σεμνότεροι περὶ τὸ θεῖον οἱ φιλοσοφήσαντες ἀφ᾿ Ἑλλήνων ἠλέγχθησαν. Πολλῆς δὲ αὐτοῖς συστάσεως κακῶν αἴτιος γεγένηται Νικόλαος, εἷς τῶν ἑπτὰ εἰς διακονίαν ὑπὸ τῶν ἀποστόλων κατασταθείς, ὃς ἀποστὰς τῆς κατ᾿ εὐθεῖαν διδασκαλίας ἐδίδασκεν ἀδιαφορίαν βίου τε καὶ
βρώσεως, οὗ τοὺς μαθητὰς ἐνυβρίζοντας τὸ ἄγιον πνεῦμα διὰ τῆς ἀποκαλύψεως Ἰωάννης ἤλεγχε πορνεύοντας καὶ εἰδωλόθυτα ἐσθίοντας.
Κέρδων δέ τις καὶ αὐτὸς ἀφορμὰς ὁμοίως παρὰ τούτων λαβὼν καὶ Σίμωνος, λέγει τὸν ὑπὸ Μωσέως καὶ προφητῶν
θεὸν κεκηρυγμένον μὴ εἶναι πατέρα Ἰησοῦ Χριστοῦ. Τοῦτον μὲν γὰρ ἐγνῶσθαι, τὸν δὲ τοῦ Χριστοῦ πατέρα εἶναι ἄγνωστον, καὶ τὸν μὲν εἶναι δίκαιον, τὸν δὲ ἀγαθόν. Τούτου δὲ τὸ δόγμα ἐκράτυνε Μαρκίων, τάς τε ἀντιπαραθέσεις ἐπιχειρήσας, καὶ ὅσα αὐτῷ ἔδοξεν εἰς τὸν τῶν ἁπάντων
v.1.p.410
δημιουργὸν δυσφημήσας. Ὁμοίως δὲ καὶ Λουκιανὸς ὁ τούτου μαθητής.
Ἀπελλῆς δὲ ἐκ τούτων γενόμενος οὕτως λέγει· Εἶναι τινὰ θεὸν ἀγαθόν, καθὼς καὶ Μαρκίων ὑπέθετο, τὸν δὲ
πάντα κτίσαντα εἶναι δίκαιον, ὃς τὰ γενόμενα ἐδημιούργησε, καὶ τρίτον τὸν Μωσεῖ λαλήσαντα, πύρινον δὲ τοῦτον εἶναι, εἶναι δὲ καὶ τέταρτον ἕτερον, κακῶν αἴτιον· τούτους δὲ ἀγγέλους ὀνομάζει. Νόμον δὲ καὶ προφήτας δυσφημεῖ, ἀνθρώπινα καὶ ψευδῆ φάσκων εἶναι τὰ γεγραμμένα, τῶν δὲ εὐαγγελίων
ἢ τοῦ ἀποστόλου τὰ ἀρέσκοντα αὐτῷ αἱρεῖται. Φιλουμένης δέ τινος λόγοις προσέχει ὡς προφήτιδος φανερώσεσι. Τὸν δὲ Χριστὸν ἐκ τῆς ὕπερθεν δυνάμεως κατεληλυθέναι, τουτέστι τοῦ ἀγαθοῦ, κἀκείνου αὐτὸν εἶναι υἱόν, τοῦτον δὲ οὐκ ἐκ παρθένου γεγενῆσθαι, οὐ δὲ ἄσαρκον εἶναι τὸν φανέντα
λέγει, ἀλλ᾿ ἐκ τῆς τοῦ παντὸς οὐσίας μεταλαβόντα μερῶν σῶμα πεποιηκέναι, τουτέστι θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, καὶ ἐν τούτῳ τῷ σώματι λαθόντα τὰς κοσμικὰς ἐξουσίας βεβιωκέναι ὃν ἐβίωσε χρόνον ἐν κόσμῳ· αὗθις δὲ ὑπὸ Ἰουδαίων ἀνασκολοπισθέντα θανεῖν, καὶ μετὰ τρεῖς ἡμέρας ἐγερθέντα
φανῆναι τοῖς μαθηταῖς, δείξαντα τοὺς τύπους τῶν ἥλων καὶ τῆς πλευρᾶς, πείθοντα ὅτι αὐτὸς εἴη καὶ οὐ φάντασμα, ἀλλὰ ἔνσαρκος ἦν. Σάρκα, φησί, δείξας ἀπέδωκε γῇ, ἐξ ἧς περ ἦν οὐσίας, μηδὲν ἀλλότριον πλεονεκτῶν, ἀλλὰ πρὸς καιρὸν χρησάμενος, ἑκάστοις τὰ ἴδια ἀπέδωκε, λύσας πάλιν τὸν δεσμὸν
τοῦ σώματος, θερμῷ τὸ θερμόν, ψυχρῷ τὸ ψυχρόν, ὑγρῷ τὸ ὑγρόν, ξηρῷ τὸ ξηρόν, καὶ οὕτως ἐπορεύθη πρὸς τὸν ἀγαθὸν πατέρα, καταλιπὼν τὸ τῆς ζωῆς σπέρμα εἰς τὸν κόσμον διὰ τῶν μαθητῶν τοῖς πιστεύουσι.
Δοκεῖ ἡμῖν καὶ ταῦτα ἱκανῶς ἐκτεθεῖσθαι· ἀλλ᾿ ἐπεὶ μηδὲν
παραλιπεῖν ἀνέλεγκτον ἐκρίναμεν τῶν ὑπό τινων δεδογματισμένων, ἴδωμεν τί καὶ τὸ τοῖς Δοκήταις ἐπινενοημένον.