Οὕτως ἡγητέον Σίμωνα τὸν μάγον ἀπεικάζοντας τῷ
Λίβυϊ τάχιον ἀνθρώπῳ γενομένῳ οὕτως θεῷ. Εἰ δὲ ἔχει τὰ τῆς εἰκόνος ἀκριβῶς, καὶ πέπονθεν ὁ μάγος πάθος τι παραπλήσιον Ἀψέθῳ, ἐπιχειρήσωμεν μεταδιδάσκειν τοῦ Σίμωνος τοὺς ψιττακούς, ὅτι Χριστὸς οὐκ ἦν Σίμων ὁ ἑστώς, στάς, στησόμενος· ἀλλ᾿ ἄνθρωπος ἦν ἐκ σπέρματος, γέννημα γυναικός, ἐξ
αἱμάτων καὶ ἐπιθυμίας σαρκικῆς καθάπερ καὶ οἱ λοιποὶ γεγεννημένος· καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, προϊόντος τοῦ λόγου ῥᾳδίως ἐπιδείξομεν. Λέγει δὲ ὁ Σίμων μεταφράζων τὸν νόμον Μωϋσέως ἀνοήτως τε καὶ κακοτέχνως· Μωσέως γὰρ λέγοντος, ὅτι ὁ θεὸς πῦρ φλέγον ἐστὶ καὶ καταναλίσκον, δεξάμενος
τὸ λεχθὲν ὑπὸ Μωσέως οὐκ ὀρθῶς, πῦρ εἶναι τῶν ὅλων λέγει τὴν ἀρχήν, οὐ νοήσας τὸ εἰρημένον, ὅτι θεὸς οὐ πῦρ, ἀλλὰ πῦρ φλέγον καὶ καταναλίσκον, οὐκ αὐτὸν διασπῶν μόνον τὸν νόμον Μωσέως, ἀλλὰ καὶ τὸν σκοτεινὸν Ἡράκλειτον συλαγωγῶν. Ἀπέραντον δὲ εἶναι δύναμιν ὁ Σίμων προσαγορεύει
τῶν ὅλων τὴν ἀρχήν, λέγων οὕτως· Τοῦτο τὸ γράμμα ἀποφάσεως φωνῆς καὶ ὀνόματος ἐξ ἐπινοίας τῆς μεγάλης δυνάμεως τῆς ἀπεράντου. Διὸ ἔσται ἐσφραγισμένον, κεκρυμμένον, κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὖ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται. Οἰκητήριον
δὲ λέγει εἶναι τὸν ἄνθρωπον τοῦτον τὸν ἐξ αἱμάτων γεγεννημένον, καὶ κατοικεῖν ἐν αὐτῷ τὴν ἀπέραντον δύναμιν, ἣν ῥίζαν εἶναι τῶν ὅλων φησίν. Ἔστι δὲ ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατὰ τὸν Σίμωνα οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν
εἶναι νενομίκασιν, ἀλλὰ γὰρ εἶναι τὴν τοῦ πυρὸς διπλῆν τινὰ v.1.p.238
τὴν φύσιν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δέ τι φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι. Ἔστι δὲ τοῦτο, ὅπερ Ἀριστοτέλης δυνάμει καὶ ἐνεργείᾳ καλεῖ
ἢ Πλάτων νοητὸν καὶ αἰσθητόν. Καὶ τὸ μὲν φανερὸν τοῦ πυρὸς πάντα ἔχει ἐν ἑαυτῷ ὅσα ἄν τις ἐπινοήσῃ ἢ καὶ λάθῃ παραλιπὼν τῶν ὁρατῶν. Τὸ δὲ κρυπτὸν πᾶν ὅ, τι ἐννοήσει τις νοητὸν καὶ πεφευγὸς τὴν αἴσθησιν ἢ καὶ παραλείπει μὴ διανοηθείς. Καθόλου δέ ἐστιν εἰπεῖν, πάντων τῶν ὄντων αἰσθητῶν
τε καὶ νοητῶν, ὧν ἐκεῖνος κρυφίων καὶ φανερῶν προσαγορεύει, ἔστι θησαυρὸς τὸ πῦρ τὸ ὑπερουράνιον, οἱονεὶ δένδρον μέγα ὡς τὸ δι᾿ ὀνείρου βλεπόμενον τῷ Ναβουχοδονόσορ, ἐξ οὗ πᾶσα σὰρξ τρέφεται. Καὶ τὸ μὲν φανερὸν εἶναι τοῦ πυρὸς νομίζει τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὸν ἔξωθεν αὐτῷ
περικείμενον φλοιόν. Ἅπαντα, φησί, ταῦτα τοῦ μεγάλου δένδρου ἀναφθέντα ἀπὸ τῆς παμφάγου τοῦ πυρὸς ἀφανίζεται φλογός. Ὁ δὲ καρπὸς τοῦ δένδρου ἐὰν ἐξεικονισθῇ καὶ τὴν ἑαυτοῦ μορφὴν ἀπολάβῃ, εἰς ἀποθήκην τίθεται, οὐκ εἰς τὸ
πῦρ. Γέγονε μὲν γὰρ, φησίν, ὁ καρπός, ἵνα εἰς τὴν ἀποθήκην τεθῇ, τὸ δὲ ἄχυρον, ἵνα παραδοθῇ τῷ πυρί, ὅπερ ἐστὶ πρέμνον, οὐκ αὐτοῦ χάριν ἀλλὰ τοῦ καρποῦ γεγενημένον.
Καὶ τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ· Ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ
ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. Εἰ δὲ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, δέδεικται, φησίν, ὅτι ξύλον οὐκ ἄλλο τι ἀλλ᾿ ἣ ἄνθρωπος ἐστίν. Ἀλλὰ περὶ τῆς ἐκκρίσεως αὐτοῦ καὶ διακρίσεως ἱκανῶς, φησίν, εἴρηκεν ἡ γραφή, καὶ πρὸς διδασκαλίαν ἀρκεῖ τοῖς ἐξεικονισμένοις
τὸ λεχθέν· ὅτι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα σαρκὸς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Ῥῆμα δέ, φησίν, ἐστὶ κυρίου τὸ ἐν στόματι γεννώμενον ῥῆμα καὶ λόγος, ἄλλῃ δὲ χωρίον γενέσεως οὐκ ἔστι.
Τοιούτου δὲ ὄντος, ὡς δι᾿ ὀλίγων εἰπεῖν, κατὰ τὸνv.1.p.240
Σίμωνα τοῦ πυρός, καὶ πάντων τῶν ὄντων ὁρατῶν καὶ ἀοράτων, ὡσαύτως ἐνήχων καὶ ἀνήχων, ἀριθμητῶν καὶ ἀριθμῶν, ἐν τῇ Ἀποφάσει τῇ μεγάλῃ καλεῖ τέλειον νοερόν, οὕτως ὡς ἕκαστον τῶν ἀπειράκις ἀπείρως ἐπινοηθῆναι δυναμένων καὶ λαλεῖν
καὶ διανοεῖσθαι καὶ ἐνεργεῖν, οὕτως ὡς φησὶν Ἐμπεδοκλῆς· Γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ᾿ ὕδωρ, αἰθέρι δ᾿ αἰθέρα [δῖον], ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον, καὶ [στοργῇ] στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ.
Πάντα γὰρ, φησίν, ἐνόμιζε τὰ μέρη τοῦ πυρὸς τὰ
ὁρατὰ καὶ τὰ ἀόρατα φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. Γέγονεν οὖν ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. Ἤρξατο δὲ, φησί, γενέσθαι τοῦτον τὸν τρόπον. Ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γεννήσεως λαβὼν ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου· γεγονέναι δὲ τὰς ῥίζας φησὶ κατὰ
συζυγίας ἀπὸ τοῦ πυρός, ἅστινας ῥίζας καλεῖ νοῦν καὶ ἐπίνοιαν, φωνὴν καὶ ὄνομα, λογισμὸν καὶ ἐνθύμησιν· εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ταύταις πᾶσαν ὁμοῦ τὴν ἀπέραντον δύναμιν δυνάμει, οὐκ ἐνεργείᾳ. Ἥντινα ἀπέραντον δύναμιν φησὶ τὸν ἑστῶτα, στάντα, στησόμενον. Ὃς ἐὰν μὲν ἐξεικονισθῇ
ὢν ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει, ἀποτελέσματι μία καὶ ἡ αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, καὶ οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἀπεράντου δυνάμεως· ἐὰν δὲ μείνῃ τῇ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ,
ἀφανίζεται, φησί, καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ ἢ γεωμετρικὴ ἐν ἀνθρώπου ψυχῇ. Προσλαβοῦσα γὰρ ἡ δύναμις τέχνην φῶς τῶν γινομένων γίνεται, μὴ προσλαβοῦσα δὲ ἀτεχνία καὶ σκότος, καὶ ὡς ὅτε οὐκ ᾖν, ἀποθνήσκοντι τῷ ἀνθρώπῳ συνδιαφθείρεται.
Τῶν δὲ ἓξ δυνάμεων τούτων καὶ τῆς ἑβδόμης τῆς μετὰ τῶν ἓξ καλεῖ τὴν πρώτην συζυγίαν νοῦν καὶ ἐπίνοιαν, οὐρανὸν καὶ γῆν· καὶ τὸν μὲν ἄρσενα ἄνωθεν ἐπιβλέπειν καὶ
v.1.p.242
προνοεῖν τῆς συζύγου, τὴν δὲ γῆν ὑποδέχεσθαι κάτω τοὺς ἀπὸ τοῦ οὐρανοῦ νοεροὺς καταφερομένους τῇ γῇ συγγενεῖς καρπούς.
Διὰ τοῦτο, φησίν, ἀποβλέπων πολλάκις ὁ λόγος πρὸς τὰ ἐκ νοὸς καὶ ἐπινοίας γεγεννημένα, τουτέστιν ἐξ οὐρανοῦ καὶ γῆς, λέγει· Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. ὁ δὲ λέγων ταῦτα, φησίν, ἡ ἑβδόμη δύναμις
ἐστίν, ὁ ἑστώς, στάς, στησόμενος· αὐτὸς γὰρ αἴτιος τούτων τῶν καλῶν, ὧν ἐπῄνεσε Μωσῆς καὶ εἶπε καλὰ λίαν. Ἡ δὲ φωνὴ καὶ τὸ ὄνομα, ἥλιος καὶ σελήνη. Ὁ δέ λογισμὸς καὶ ἡ ἐνθύμησις, ἀὴρ καὶ ὕδωρ. Ἐν δὲ τούτοις ἅπασιν ἐμμέμικται καὶ κέκραται, ὡς ἔφην, ἡ μεγάλη δύναμις ἡ ἀπέραντος, ὁ ἑστώς.
Μωσέως οὖν εἰρηκότος· Ἓξ ἡμέραις ἐν αἷς ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, τὸν εἰρημένον τρόπον μετοικονομήσας ὁ Σίμων ἑαυτὸν θεοποιεῖ. Ὅταν οὗν λέγωσιν, ὅτι εἰσὶ τρεῖς ἡμέραι πρὸ ἡλίου καὶ σελήνης
γεγενημέναι, αἰνίσσονται νοῦν καὶ ἐπίνοιαν, τουτέστιν οὐρανὸν καὶ γῆν, καὶ τὴν ἑβδόμην δύναμιν τὴν ἀπέραντον. Αὗται γὰρ αἱ τρεῖς δυνάμεις εἰσὶ πρὸ πασῶν τῶν ἄλλων γενόμεναι. Ὅταν δὲ λέγωσι· Πρὸ πάντων τῶν αἰώνων γεννᾷ με, περὶ τῆς ἑβδόμης, φησί, δυνάμεως τὰ τοιαῦτα λέγεται εἶναι.
Ἑβδόμη δὲ αὕτη δύναμις, ἥτις ἦν δύναμις ὑπάρχουσα ἐν τῇ ἀπεράντῳ δυνάμει, ἥτις γέγονε πρὸ πάντων τῶν αἰώνων, αὕτη ἐστί, φησίν, ἡ ἑβδόμη δύναμις, περὶ ἧς λέγει Μωσῆς· Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· τουτέστι, φησί, τὸ πνεῦμα τὸ πάντα ἔχον ἐν ἑαυτῷ, εἰκὼν τῆς ἀπεράντου
δυνάμεως, περὶ ἧς ὁ Σίμων λέγει· Εἰκὼν ἐξ ἀφθάρτου μορφῆς, κοσμοῦσα μόνη πάντα. Αὕτη γὰρ ἡ δύναμις, ἡ ἐπιφερομένη ἐπάνω τοῦ ὕδατος ἐξ ἀφθάρτου, φησί, γεγενημένη μορφῆς κοσμεῖ μόνη πάντα. Τοιαύτης οὖν τινὸς καὶ παραπλησίου τῆς κατασκευῆς τοῦ κόσμου γενομένης παρ᾿ αὐτοῖς,
ἔπλασε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών· ἔπλασε δὲ οὐχ ἁπλοῦν, ἀλλὰ διπλοῦν κατ᾿ εἰκόνα καὶ
v.1.p.244
καθ᾿ ὁμοίωσιν. Εἰκὼν δέ ἐστι τὸ πνεῦμα τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ὃ ἐὰν μὴ ἐξεικονισθῇ, μετὰ τοῦ κόσμου ἀπολεῖται, δυνάμει μεῖναν μόνον καὶ μὴ ἐνεργείᾳ γενόμενον.
Τοῦτο ἐστί, φησί, τό εἰρημένον· Ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐὰν δὲ ἐξεικονισθῇ καὶ γένηται ἀπὸ στιγμῆς ἀμερίστου, ὡς γέγραπται ἐν τῇ Ἀποφάσει, τὸ μικρὸν μέγα γενήσεται. Τὸ δὲ μέγα ἔσται εἰς τὸν ἄπειρον αἰῶνα καὶ ἀπαράλλακτον, τὸ μηκέτι γινόμενον. Πῶς οὖν καὶ τίνα τρόπον,
φησί, πλάσσει τὸν ἄνθρωπον ὁ θεός; Ἐν παραδείσῳ, οὕτως γὰρ αὐτῷ δοκεῖ. Ἔστω, φησί, παράδεισος ἡ μήτρα, καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς ἡ γραφὴ διδάξει ὅτε λέγει· Ἐγώ εἰμι ὁ πλάσσων σε ἐν μήτρᾳ μητρός σου. Καὶ τοῦτο γὰρ οὕτω θέλει γεγράφθαι. Τὸν παράδεισον, φησίν, ἀλληγορῶν ὁ Μωσῆς
σῆς τὴν μήτραν εἴρηκεν, εἴπερ δεῖ τῷ λόγῳ πιστεύειν. Εἰ δὲ πλάσσει ὁ θεὸς ἐν μήτρᾳ μητρὸς τὸν ἄνθρωπον, τουτέστιν ἐν παραδείσῳ, ὡς ἔφην, ἔστω παράδεισος ἡ μήτρα, Ἐδὲμ δὲ τὸ χωρίον, ποταμὸς ἐκπορευόμενος ἐξ Ἐδὲμ ποτίζειν
τὸν παράδεισον ὁ ὀμφαλός. Οὗτος, φησίν, ἀφορίζεται ὁ ὀμφαλὸς εἰς τέσσαρας ἀρχάς, ἑκατέρωθεν γὰρ τοῦ ὀμφαλοῦ δύο εἰσίν ἀρτηρίαι παρατεταμέναι, ὀχετοὶ πνεύματος, καὶ δύο φλέβες, ὀχετοὶ αἵματος. Ἐπειδὰν δέ, φησίν, ἀπὸ τοῦ Ἐδὲμ χωρίου ἐκπορευόμενος ὁ ὀμφαλὸς ἐμφυῇ τῷ γενομένῳ κατὰ τὸ
ἐπιγάστριον, ὃν κοινῶς πάντες προσαγορεύουσιν ὀμφαλόν . . . . αἱ δὲ δύο φλέβες, δι᾿ ὧν ῥεῖ καὶ φέρεται ἀπὸ τοῦ Ἐδὲμ τοῦ χωρίου τὸ αἷμα κατὰ τὰς καλουμένας πύλας τοῦ ἥπατος, αἵτινες τὸ γεννώμενον τρέφουσιν· αἱ δὲ ἀρτηρίαι, ἃς ἔφημεν ὀχετοὺς εἶναι πνεύματος, ἑκατέρωθεν περιλαβοῦσαι τὴν κύστιν
κατὰ τὸ πλατὺ ὀστοῦν, πρὸς τὴν μεγάλην συνάπτουσιν ἀρτηρίαν, τὴν κατὰ ῥάχιν καλουμένην ἀορτήν, καὶ οὕτως διὰ τῶν παραθύρων ἐπὶ τὴν καρδίαν ὁδεῦσαν τὸ πνεῦμα κίνησιν ἐργάζεται τῶν ἐμβρύων. Πλαττόμενον γὰρ τὸ βρέφος ἐν τῷ παραδείσῳ οὔτε τῷ στόματι τροφὴν λαμβάνει, οὔτε ταῖς ῥισὶν ἀναπνέει·
ἐν ὑγροῖς γὰρ ὑπάρχοντι αὐτῷ παρὰ πόδας ἦν ὁ θάνατος εἰ ἀνέπνευσεν· ἐπεσπάσατο γὰρ ἂν ἀπὸ τῶν ὑγρῶν καὶ ἐφθάρη. Ἀλλὰ γὰρ ὅλον περιέσφιγκται τῷ καλουμένῳ χιτῶνι ἀμνίῳ, τρέφεται δὲ δι᾿ ὀμφαλοῦ καὶ διὰ τῆς κατὰ ῥάχιν, ὡς ἔφην, τὴν τοῦ πνεύματος οὐσίαν λαμβάνει.
v.1.p.246
Ὁ οὗν ποταμός, φησίν, ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ εἰς
τέσσαρας ἀφορίζεται ἀρχάς, ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας αἰσθήσεις τοῦ γεννωμένου, ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν καὶ ἁφήν. Ταύτας γὰρ ἔχει μόνας τὰς αἰσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. Οὗτος, φησίν, ἐστὶν ὁ νόμος, ὃν ἔθηκε Μωσῆς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον
γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς αἱ ἐπιγραφαὶ δηλοῦσι. Τὸ πρῶτον βιβλίον Γένεσις· ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἡ ἐπιγραφὴ τοῦ βιβλίου. Αὕτη γὰρ, φησίν, ἐστὶν ἡ Γένεσις ὅρασις, εἰς ἣν ἀφορίζεται ποταμοῦ σχίσις ἡ μία. Ἐθεάθη γὰρ ὁ κόσμος ἐν ὁράσει. Ἡ ἐπιγραφὴ βιβλίου δευτέρου Ἔξοδος.
Ἔδει γὰρ τὸ γεννηθέν, τὴν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν, ἐλθεῖν ἐπί τὴν ἔρημον (Ἐρυθρὰν δελέγει, φασί, τὸ αἷμα), καὶ γεύσασθαι πικρὸν ὕδωρ. Πικρὸν γὰρ, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἐρυθρὰν θάλασσαν, ὅπερ ἐστὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν. Στραφὲν
δὲ ὑπὸ Μωσέως, τουτέστι τοῦ λόγου, τὸ πικρὸν ἐκεῖνο γίνεται γλυκύ. Καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, κοινῇ πάντων ἐστὶν ἀκοῦσαι κατὰ τοὺς ποιητὰς λεγόντων· Ῥίζῃ μὲν μέλαν [ἔσκε], γάλακτι δὲ εἴκελον ἄνθος· μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ᾿ ὀρύσσειν
ἀνδράσι γ(??) θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.Ἀρκεῖ, φησί, τὸ λεχθὲν ὑπὸ τῶν ἐθνῶν πρὸς ἐπίγνωσιν τῶν ὅλων τοῖς ἔχουσιν ἀκοὰς [τῆς ἀ]κοῆς· τούτου γὰρ, φησίν, ὁ γευσάμενος τοῦ καρποῦ ὑπὸ τῆς Κίρκης οὐκ ἀπεθηριώθη μόνος, ἀλλὰ καὶ τοὺς ἤδη τεθηριωμένους τῇ δυνάμει χρώμενος
τοῦ τοιούτου καρποῦ εἰς τὸν πρῶτον ἐκεῖνον τὸν ἴδιον αὐτῶν ἀνέπλασε καὶ ἀνετύπωσε καὶ ἀνεκαλέσατο χαρακτῆρα. Πιστὸς δὲ ἀνὴρ καὶ ἀγαπώμενος ὑπὸ τῆς φαρμακίδος ἐκείνης διὰ τὸν γαλακτώδη καὶ θεῖον ἐκεῖνον καρπόν, φησίν, εὑρίσκεται. Λευΐτικὸν ὁμοίως τὸ τρίτον βιβλίον, ὅπερ ἐστὶν ἡ ὄσφρησις
ἢ ἀνοπνοή. Θυσιῶν γάρ ἐστι καὶ προσφορῶν ὅλον ἐκεῖνο τὸ βιβλίον. Ὅπου δέ ἐστι θυσία, ὀσμή τις εὐωδίας ἀπὸ τῆς θυσίας διὰ τῶν θυμιαμάτων γίνεται· περὶ ἣν εὐωδίαν ὄσφρησιν
v.1.p.248
εἶναι δ[οκιμαστή]ριον. Ἀριθμοὶ τὸ τέταρτον τῶν βιβλίων
γεῦσιν λέγει, ὅπου λόγος ἐνεργεῖ. Διὰ γὰρ τοῦ λαλεῖν πάντα ἀριθμοῦ τάξει καλεῖται. Δευτερονόμιον δὲ, φησίν, ἐστὶ πρὸς τὴν ἁφὴν τοῦ πεπλασμένου παιδίου ἐπιγεγραμμένον. Ὥσπερ γὰρ ἡ ἁφὴ τὰ ὑπὸ τῶν ἄλλων αἰσθήσεων ὁραθέντα θιγοῦσα ἀνακεφαλαιοῦται καὶ βεβαιοΐ, σκληρὸν ἢ θερμὸν ἢ γλίσχρον
δοκιμάσασα, οὕτως τὸ πέμπτον βιβλίον τοῦ νόμου ἀνακεφαλαίωσις ἐστὶ τῶν πρὸ αὐτοῦ γραφέντων τεσσάρων.
Πάντα οὖν, φησί, τὰ ἀγέννητα ἐστὶν ἐν ἡμῖν δυνάμει, οὐκ ἐνεργείᾳ, ὡς ἡ γραμματικὴ ἢ γεωμετρική. Ἐὰν οὖν τύχῃ τοῦ λόγου τοῦ προσήκοντος καὶ διδασκαλίας, καὶ στραφήσεται
τὸ πικρὸν εἰς γλυκύ, τουτέστιν αἱ ζιβύναι εἰς δρέπανα καὶ αἱ μάχαιραι εἰς ἄροτρα, οὐκ ἔσται ἄχυρα καὶ ξύλα τὰ γεννώμενα πυρί, ἀλλὰ καρπὸς τέλειος ἐξεικονισμένος, ὡς ἔφην, ἴσος καὶ ὅμοιος τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει. Ἐὰν δὲ μείνῃ δένδρον μόνον, καρπὸν μὴ ποιοῦν, μὴ ἐξεικονισμένον ἀφανίζεται.
Ἐγγὺς γάρ που, φησίν, ἡ ἀξίνη παρὰ τὰς ῥίζας τοῦ δένδρου· πᾶν δένδρον, φησί, μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.