Πρὸς δὲ τούτοις θελήσαντα τὸν δημιουργὸν τῆς ἄνω ὀγδοάδος τὸ ἀπέραντον καὶ αἰώνιον καὶ ἀόριστον καὶ ἄχρονον μιμήσασθαι, καὶ μὴ δυνηθέντα τὸ μόνιμον αὐτῆς καὶ τὸ ἀΐδιον ἐκτυπῶσαι διὰ τὸ καρπὸν αὐτὸν εἶναι ὑστερήματος, εἰς τοῦτο
χρόνους καὶ καιροὺς ἀριθμούς τε πολυετεῖς πρὸς τὸ αἰώνιον αὐτῆς τεθεῖσθαι, οἰόμενον ἐν τῷ πλήθει τῶν χρόνων μιμήσασθαι αὐτῆς τὸ ἀόρατον. Ἐνταῦθα δὲ λέγουσιν, ἐκφυγούσης
v.1.p.344
αὐτὸν τῆς ἀληθείας ἐπηκολουθηκέναι τὸ ψεῦδος, καὶ διὰ τοῦτο πληρωθέντων τῶν χρόνων κατάλυσιν λαβεῖν αὐτοῦ τὸ ἔργον.
Ταῦτα μὲν οὖν οἱ ἀπὸ τῆς Οὐαλεντίνου σχολῆς περί τε τῆς κτίσεως καὶ περὶ τοῦ παντὸς λέγουσιν, ἑκάστοτε καινότερα ἐπιγεννῶντες, καὶ τοῦτο καρποφορίαν νομίζουσιν, εἴ τις μεῖζον ὁμοίως ἐφευρὼν τερατουργεῖν δόξει. Καὶ ἐκ τῶν γραφῶν ἕκαστα πρὸς τοὺς προειρημένους ἀριθμοὺς ἐφευρίσκοντες
σύμφωνα κατηγοροῦσι Μωσέως καὶ τῶν προφητῶν, φάσκοντες ἀλληγορικῶς αὐτοὺς τὰ μέτρα τῶν αἰώνων λέγειν, ἃ παρατιθέναι μοι οὐκ ἔδοξεν, ὄντα φλυαρὰ καὶ ἀσύστατα, ἤδη τοῦ μακαρίου πρεσβυτέρου Εἰρηναίου δεινῶς καὶ πεπονημένως τὰ δόγματα αὐτῶν διελέγξαντος, παρ᾿ οὗ καὶ αὐτῶν ἐφευρήματα
[παρειλήφαμεν] ἐπιδεικνύντες, αὐτοὺς Πυθαγορείου φιλοσοφίας καὶ ἀστρολόγων περιεργίας ταῦτα σφετερισαμένους ἐγκαλεῖν Χριστῷ ταῦτα παραδεδωκέναι. Ἀλλ᾿ ἐπεὶ ἱκανῶς νομίζω καὶ τὰ τούτων φλυαρὰ δόγματα ἐκτεθεῖσθαι σαφῶς τε ἐπιδεδεῖχθαι, τίνων εἶεν μαθηταὶ Μάρκος τε καὶ Κολάρβασος, οἱ τῆς Οὐαλεντίνου
σχολῆς διάδοχοι γενόμενοι, ἴδωμεν τί λέγει καὶ Βασιλείδης. Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου·
v.1.p.346
Τίς ἡ δόξα Βασιλείδου, καὶ ὅτι τοῖς Ἀριστοτέλους δόγμασι καταπλαγεὶς ἐξ αὐτῶν τὴν αἵρεσιν συνέστησε.
Καὶ τίνα Σατορνεῖλος λέγει ὁ Βασιλείδῃ [σχεδὸν] συνακμάσας.
Πῶς δὲ Μένανδρος ἐπεβάλετο εἰπεῖν ὑπὸ ἀγγέλων τὸν κόσμον γεγονέναι.
Τίς ἡ Μαρκίωνος ἀπόνοια, καὶ ὅτι τὸ δόγμα αὐτοῦ οὐ
καινόν, οὐδὲ ἐξ ἁγίων γραφῶν, ἀλλὰ Ἐμπεδοκλέους τυγχάνει.Πῶς Καρποκράτης ματαιάζει, καὶ αὐτὸς ὑπὸ ἀγγέλων τὰ ὄντα φάσκων γεγενῆσθαι.
Ὅτι Κήρινθος μηδὲν ἐκ γραφῶν, ἀλλ᾿ ἐκ τῶν Αἰγυπτίοις δοξάντων δόξαν συνεστήσατο.
Τίνα τὰ τοῖς Ἐβιωναίοις δοκοῦντα, καὶ ὅτι ἤθεσιν Ἰουδαϊκοῖς μᾶλλον προσέχουσι.
Πῶς καὶ ὁ Θεόδοτος πεπλάνηται, ἃ μὲν τῶν Ἐβιωναίων ἐρανισάμενος [ἃ δὲ τοῦ Κηρίνθου].
Καὶ τίνα Κέρδωνι ἔδοξε, καὶ αὐτῷ τὰ Ἐμπεδοκλέους
εἰπόντι καὶ κακῶς προβιβάσαντι τὸν Μαρκίωνα.Καὶ πῶς Λουκιανός, μαθητὴς γενόμενος Μαρκίωνος, ἀπηρυθρίασεν ὁμοίως τὸν θεὸν βλασφημῆσαι.
Οὗ καὶ Ἀπελλῆς γενόμενος μαθητὴς οὐ τὰ αὐτὰ τῷ διδασκάλῳ ἐδογμάτισεν, ἀλλὰ ἐκ φυσικῶν δογμάτων κινηθεὶς
τὴν οὐσίαν τοῦ παντὸς ὑπέθετο.Πελάγει κλυδωνιζομένῳ ὑπὸ βίας ἀνέμων ἐοικότα ὁρῶντας τὰ τῶν αἱρετικῶν δόγματα ἐχρῆν τοὺς ἀκροατὰς παραπλεῖν ἐπιζητοῦντας τὸν εὔδιον λιμένα. Τὸ γὰρ τοιοῦτον πέλαγός ἐστι καὶ θηριῶδες καὶ δύσβατον, ὡς εἰπεῖν τὸ Σικελιωτικόν,
ἐν ᾧ μυθεύεται Κύκλωψ καὶ Χάρυβδις καὶ Σκύλλα . . . καὶ τὸ Σειρήνων ὄρος, ὃ διαπλεῦσαι φάσκουσι τὸν Ὀδυσσέα Ἑλλήνων οἱ ποιηταὶ πανούργως χρησάμενον τῇ τῶν παραξένων θηρίων δεινότητι· διάφορος γὰρ ἡ τούτων ὠμότης πρὸς τοὺς διαπλέοντας ἦν. Αἱ δὲ Σειρῆνες λιγὺ ᾄδουσαι καὶ μουσικὸν
v.1.p.348
ἠπάτων τοὺς παραπλέοντας, πείθουσαι ἡδείᾳ φωνῇ προσάγειν τοὺς ἀκροωμένους. Τοῦτο μαθόντα φασὶ τὸν Ὀδυσσέα κατακηρῶσαι τὰς ἀκοὰς τῶν ἑταίρων, ἑαυτὸν δὲ τῷ ξύλῳ προσδήσαντα παραπλεῦσαι ἀκινδύνως τὰς Σειρῆνας κατακούσαντα τῆς τούτων ᾠδῆς. Ὃ ποιῆσαι τοῖς ἐντυγχάνουσιν συμβουλὴ [ἐμή],
καὶ ἢ τὰ ὧτα κατακηρώσαντας δι᾿ ἀσθένειαν διαπλεῦσαι τὰ τῶν αἱρέσεων δόγματα μηδὲ κατακούσαντας πείθειν εὐκόλως δυνάμενα πρὸς ἡδονήν, ὡς λιγυρὸν ᾆσμα Σειρήνων, ἢ ἑαυτὸν τῷ ξύλῳ Χριστοῦ προσδήσαντα πιστῶς κατακούσαντα μὴ ταραχθῆναι, πεποιθότα ᾧ προσέσφιγκται, καὶ ἑστηκέναι ὀρθῶς.
Ἐπειδὴ οὗν ἐν ταῖς πρὸ ταύτης βίβλοις ἓξ ἐκτεθείμεθα τὰ πρότερα, δοκεῖ νῦν τὰ Βασιλείδου μὴ σιωπᾷν, ὄντα Ἀριστοτέλους τοῦ Σταγειρίτου δόγματα, οὐ Χριστοῦ. Ἀλλ᾿ εἰ καὶ πρότερον ἔκκειται τὰ Ἀριστοτέλει δοκοῦντα, οὐδὲ νῦν ὀκνήσομεν προϋποθέσθαι ἐν συντόμῳ, πρὸς τὸ τοὺς ἐντυγχάνοντας
διὰ τῆς τούτων ἔγγιον ἀντιπαραθέσεως συνιδεῖν εὐκόλως τὰ ὑπὸ Βασιλείδου ὄντα Ἀριστοτελικὰ σοφιστεύματα.
Ἀριστοτέλης μὲν οὗν τὴν οὐσίαν διαιρεῖ τριχῶς. Ἔστι γὰρ αὐτῆς τὸ μέν τι γένος, τὸ δέ τι εἶδος, ὡς ἐκεῖνος λέγει, τὸ δέ τι ἄτομον· ἄτομον δὲ οὐ διὰ σμικρότητα σώματος, ἀλλὰ
φύσει τομὴν ἀναδέξασθαι μηδ᾿ ἥντινα οὗν δυνάμενον. Τὸ δὲ γένος ἐστὶν οἱονεὶ σωρός τις ἐκ πολλῶν καὶ διαφόρων καταμεμιγμένος σπερμάτων, ἀφ᾿ οὗ γένους οἱονεί τινος σωροῦ πάντα τὰ τῶν γεγονότων εἴδη διάκεινται. Καὶ ἔστι τὸ γένος [αἴτι]ον πᾶσι τοῖς γεγενημένοις ἀρκοῦν. Ἵνα δὲ σαφὲς ἔσται τὸ λεγόμενον,
δείξω διά του παραδείγματος, δι᾿ οὗ ἐπὶ τὴν ὅλην τοῦ Περιπάτου θεωρίαν ἀναδραμεῖν ἔσται.
Λέγομεν εἶναι ζῷον ἁπλῶς, οὐχὶ τὶ ζῷον. Ἔστι δὲ τοῦτο τὸ ζῷον οὐ βοῦς, οὐχ ἵππος, οὐκ ἄνθρωπος, οὐ θεός, οὐκ ἄλλο τι τῶν ὁτιδήποτε ἔστι δηλοῦν, ἀλλὰ ἁπλῶς ζῷον.
Ἀπὸ τούτου τοῦ ζῴου αἱ πάντων τῶν κατὰ μέρος ζῴων ἰδέαι τὴν ὑπόστασιν ἔχουσι. Καὶ ἔστιν ὑπόστασις τοῖς ζῴοις τοῖς γεγενημένοις
v.1.p.350
ἐν εἴδεσι τοῦτο τὸ ἀνείδεον ζῷον καὶ τῶν γεγενημένων οὐδέν. Ἔστι γὰρ ἄνθρωπος ζῷον ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον τὴν ἀρχήν, καὶ ζῷον ἵππος ἀπ᾿ ἐκείνου τοῦ ζῴου λαμβάνον
τὴν ἀρχήν. Ὁ ἵππος καὶ βοῦς καὶ κύων καὶ τῶν ἄλλων ζῴων ἕκαστον ἀπὸ τοῦ ζῴου τοῦ ἁπλοῦ λαμβάνει τὴν ἀρχήν, ὅ ἐστι τούτων οὐδὲ ἕν.
Εἰ δὲ οὐκ ἔστι τούτων οὐδὲ ἓν ἐκεῖνο τὸ ζῷον, ἐξ οὐκ ὄντων γέγονεν ἡ τῶν γεγενημένων κατὰ Ἀριστοτέλην ὑπόστασις· καὶ γὰρ τὸ ζῷον, ὅθεν ταῦτα ἐλήφθη
κατὰ μέρος, ἐστὶν οὐδὲ ἕν· οὐδὲ ἓν δὲ ὂν γέγονε τῶν ὄντων μία τις ἀρχή. Τίς δὲ ὁ ταύτην καταβεβλημένος τὴν οὐσίαν τῶν γεγονότων ὑστερον ἀρχήν, ἐπὶ τὸν οἰκεῖον ἐρχόμενοι τοιούτων λόγον ἐροῦμεν.
Ἐπειδὴ δὲ ἐστὶν ἡ οὐσία τριχῆ [διῃρημένη], ὡς ἔφην,
γένος, εἶδος, ἄτομον, καὶ ἐθέμεθα τὸ γένος εἶναι ζῷον, τὸν δὲ ἄνθρωπον εἶδος τῶν πολλῶν ζῴων ἤδη κεχωρισμένον, συγκεχυμένον δὲ ὅμως ἔτι καὶ μήπω μεμορφωμένον εἰς εἶδος οὐσίας ὑποστατικῆς, ὀνόματι μορφώσας τὸν ἀπὸ τοῦ γένους ληφθέντα ἄνθρωπον ὀνομάζων Σωκράτην, ἢ Διογένην, ἤ τι τῶν πολλῶν
ὀνομάτων ἕν, καὶ ἐπειδὰν ὀνόματι καταλάβω τὸν ἄνθρωπον εἶδος γένους γεγενημένον, ἄτομον καλῶ τὴν τοιαύτην οὐσίαν. Ἐτμήθη γὰρ τὸ μὲν γένος εἰς εἶδος, τὸ δὲ εἶδος εἰς ἄτομον, τὸ δὲ ἄτομον ἐπειδὰν γένηται ὀνόματι κατειλημμένον, οὐχ οἷόν τε τμηθῆναι κατὰ φύσιν εἰς ἄλλο τι, ὡς ἐτέμομεν τῶν προλελεγμένων
ἕκαστον. Ταύτην Ἀριστοτέλης πρώτως καὶ μάλιστα καὶ κυριώτατα [οὐσίαν καλεῖ], μήτε καθ᾿ ὑποκειμένου τινὸς λεγομένην, μήτε ἐν ὑποκειμένῳ οὖσαν. Καθ᾿ ὑποκειμένου δὲ λέγει, οἱονεὶ τὸ γένος, ὅπερ ἔφην ζῷον κατὰ πάντων τῶν κατὰ μέρος ὑποκειμένων ζῴων, οἱονεὶ βοός, ἵππου καὶ τῶν
ἐφεξῆς, κοινῷ ὀνόματι λεγόμενον. Ἀληθὲς γάρ ἐστιν εἰπεῖν, v.1.p.352
ὅτι ζῷον ἄνθρωπος ἐστὶ καὶ ζῷον ἵππος καὶ ζῷόν ἐστι βοῦς καὶ τῶν ἄλλων ἕκαστον· τουτέστι τὸ καθ᾿ ὑποκειμένου, τὸ ἓν ὂν κατὰ πολλῶν καὶ διαφόρων τοῖς εἴδεσι δυνάμενον ὁμοίως λέγεσθαι. Οὐδὲν γὰρ διαφέρει ἵππος ἀνθρώπου ᾗ ζῷον, οὐδὲ
βοῦς· ὅρος γὰρ ὁ τοῦ ζῴου τὸ πᾶσιν ἁρμόζειν τοῖς ζῴοις ὁμοίως λεγόμενον. Τί γάρ ἐστι ζῷον; ἂν ὁριζώμεθα, πάντα τὰ ζῷα κοινὸς καταλήψεται ὅρος. Ζῷον γάρ ἐστιν οὐσία ἔμψυχος, αἰσθητική· τοῦτο βοῦς, ἄνθρωπος, ἵππος, τῶν ἄλλων
ἕκαστον. Ἐν ὑποκειμένῳ δὲ, φησίν, ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον, ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστί, [ὅ ἐστι] τῶν συμβεβηκότων ἕκαστον τῇ οὐσίᾳ, ὃ καλεῖται ποιότης, καθὸ ποιοὶ τινὲς λεγόμεθα, οἷον λευκοί, γλαυκοί, μέλανες, δίκαιοι, ἄδικοι, σώφρονες καὶ τὰ τούτων παραπλήσια. Τούτων
δὲ ἓν αὐτὸ καθ᾿ αὑτὸ ἀδύνατόν ἐστι γενέσθαι, ἀλλὰ δεῖ ἔν τινι εἶναι. Εἰ δὲ οὔτε τὸ ζῷον, ὃ κατὰ πάντων λέγω τῶν καθ᾿ ἕκαστα ζῴων, οὔτε τὰ συμβεβηκότα, ἃ ἐν πᾶσιν οἶς συμβέβηκεν εὑρίσκεται, δυνατὸν αὐτὰ καθ᾿ αὑτὰ γενέσθαι, ἐκ τούτων δὲ συμπληροῦται τὰ ἄτομα, ἐκ τῶν οὐκ ὄντων καθέστηκεν
ἡ τριχῆ διῃρημένη οὐσία οὐκ ἐξ ἄλλων συνεστῶσα. Πρώτως ἄρα καὶ κυριώτατα καὶ μάλιστα λεγομένη οὐσία εἰ ἐκ τούτων ὑπάρχει, ἐξ οὐκ ὄντων κατὰ τὸν Ἀριστοτέλην ἐστίν.