Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Refutationis omnium haeresium librorum decem quae supersunt. Duncker, Ludwig, editor; Schneidewin, F.G., editor. Göttingen: Dieterich, 1859.

Ὄμνυε δέ, φησὶν Ἰουστῖνος, εἰ γνῶναι θέλεις, ἃ ὀφθαλμὸς

  • οὐκ εἶδε καὶ οὗς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν
  • ἀνθρώπου ἀνέβη, τὸν ἐπάνω πάντων ἀγαθόν, τὸν ἀνώτερον, ἄρρητα φυλάξαι τὰ τῆς διδασκαλίας σιγώμενα· καὶ γὰρ καὶ ὁ πατὴρ ἡμῶν, ἰδὼν τὸν ἀγαθὸν καὶ τελεσθεὶς παρ᾿ αὐτῷ, τὰ τῆς σιγῆς ἄρρητα ἐφύλαξε, καὶ ὤμοσε καθὼς γέγραπται,
  • ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται. Ταῦτα
  • τοίνυν οὕτω κατασφραγισάμενος πλείοσι μύθοις ψυχαγωγεῖ διὰ πλειόνων βιβλίων, καὶ οὕτως ἐπὶ τὸν ἀγαθὸν ἄγει, τελειῶν τοὺς μύστας τὰ ἄλαλα μυστήρια. Ἵνα δὲ μὴ διὰ πλειόνων ὁδεύσωμεν, ἐκ μιᾶς αὐτοῦ βίβλου τὰ ἄρρητα ἐπιδείξομεν, οὔσης
  • καθὼς νομίζει ἐνδόξου. Αὕτη δὲ ἐπιγράφεται Βαρούχ· ἐν ᾗ
  • μίαν τῶν πολλῶν μυθολογίαν ἐκτιθεμένην ὑπ᾿ αὐτοῦ δηλώσομεν, οὖσαν παρὰ Ἡροδότῳ, ἣν ὡς καινὴν τοῖς ἀκροαταῖς παραπλάσας διηγεῖται, ἐξ αὐτῆς πᾶσαν σύστασιν τοῦ κατ᾿ αὐτὸν διδασκαλείου ποιούμενος.

  • Ἡρόδοτος μὲν οὖν τὸν Ἡρακλέα φησὶν ἀπὸ τῆς Ἐρυθείας
  • τοῦ Γηρυόνου τὰς βοῦς ἄγοντα εἰς τὴν Σκυθίαν ἐλθεῖν, κεκμηκότα δὲ ἀπὸ τῆς πορείας εἰς ἔρημόν τι χωρίον κατακλιθέντα κοιμηθῆναι ὀλίγον· ὑπνώσαντος δὲ αὐτοῦ ἀφανῆ γενέσθαι τὸν ἵππον, ἐφ᾿ οὗ καθεζόμενος διώδευσε τὴν μακρὰν
  • ὁδόν· περιεγερθεὶς δὲ ζήτησιν ἐποιεῖτο ἐπὶ τῆς ἐρημίας πολλήν,
  • εὑρεῖν πειρώμενος τὸν ἵππον. Καὶ τοῦ μὲν ἵππου διαμαρτάνει, κόρην δέ τινα μιξοπάρθενον εὑρὼν ἐπὶ τῆς ἐρημίας ἐπηρώτα, εἰ εἴη που τεθεαμένη τὸν ἵππον. Ἡ δὲ κόρη φησὶν εἰδέναι μέν, μὴ δείξειν δὲ πρότερον αὐτῷ, εἰ μὴ πρὸς μῖξιν φιλίας
  • συνέλθῃ αὐτῇ ὁ Ἡρακλῆς. Ἦν δὲ, φησὶν ὁ Ἡρόδοτος, τὰ
  • ἄνω αὐτῆς μέχρι βουβῶνος παρθένου, πᾶν δὲ τὸ κάτω σῶμα
    v.1.p.218
    μετὰ βουβῶνα φρικτόν τι θέαμα ἐχίδνης. Σπουδῇ δὲ τῆς περὶ τὸν ἵππον εὑρέσεως ὁ Ἡρακλῆς πείθεται τῷ θηρίῳ· ἔγνω γὰρ αὐτὴν καὶ ἐποίησεν ἐγκύμονα, καὶ προεῖπεν αὐτῇ μετὰ τὴν γνῶσιν,
  • ὅτι ἔχει κατὰ γαστρὸς ἐξ αὐτοῦ τρεῖς ὁμοῦ παῖδας, οἵτινες
  • ἔσονται ἐπιφανεῖς. Ἐκέλευσε δὲ αὐτοῖς γεννωμένοις ὀνόματα θεῖναι τὴν τεκοῦσαν, Ἀγάθυρσον, Γελωνὸν καὶ Σκύθην. Λαβὼν δὲ τούτου μισθὸν τὸν ἵππον παρὰ τῆς θηριώδους κόρης, ἀπηλλάττετο φέρων καὶ τὰς βοῦς. Μακρὸς δὲ ὁ μετὰ ταῦτα
  • μῦθος Ἡροδότῳ, χαιρέτω δὲ τὸ νῦν. Τίνα δὲ τὰ Ἰουστίνῳ δοκοῦντα,
  • μετάγοντι τὸν μῦθον εἰς τὴν τῶν ὅλων γέννησιν, ἡμεῖς διηγησόμεθα.

    Οὗτος φησίν· Ἦσαν τρεῖς ἀρχαὶ τῶν ὅλων ἀγέννητοι, ἀρρενικαὶ δύο, θηλυκὴ μία. Τῶν δὲ ἀρρενικῶν ἡ μέν τις

  • καλεῖται ἀγαθός, αὐτὸ μόνον οὕτως λεγόμενος, προγνωστικὸς
  • τῶν ὅλων. Ἡ δὲ ἑτέρα πατὴρ πάντων τῶν γεννητῶν, ἀπρόγνωστος [καὶ ἄγνωστος] καὶ ἀόρατος. Ἡ δὲ θήλεια ἀπρόγνωστος, ὀργίλη, δίγνωμος, δίσωμος, κατὰ πάντα τῇ κατὰ τὸν Ἡροδότου μῦθον ἐμφερής, μέχρι βουβῶνος παρθένος, ἔχιδνα δὲ τὰ κάτω,
  • ὥς φησιν Ἰουστῖνος. Καλεῖται δὲ Ἐδὲμ αὕτη ἡ κόρη καὶ Ἰσραήλ.
  • Αὗται, φησίν, αἱ ἀρχαὶ τῶν ὅλων, ῥϊζαι καὶ πηγαί, ἀφ᾿ ὧν τὰ πάντα ἐγένετο· ἄλλο δὲ ἦν οὐδέν. Ἰδὼν οὖν ὁ πατὴρ τὴν μιξοπάρθενον ἐκείνην ἀπρόγνωστος ὢν τὴν Ἐδέμ, ἦλθεν εἰς ἐπιθυμίαν αὐτῆς· Ἐλωεὶμ δὲ, φησίν, καλεῖται οὗτος ὁ πατήρ·
  • οὐδὲν δ᾿ ἧττον ἐπεθύμησε καὶ ἡ Ἐδὲμ τοῦ Ἐλωείμ, καὶ συνήγαγεν
  • αὐτοὺς ἡ ἐπιθυμία εἰς μίαν φιλίας εὔνοιαν. Γεννᾷ δὲ ἀπὸ τῆς συνόδου τῆς τοιαύτης ὁ πατὴρ ἐκ τῆς Ἐδὲμ ἑαυτῷ ἀγγέλους δώδεκα. Ὀνόματα δέ ἐστι τῶν πατρικῶν ἀγγέλων τάδε· Μιχαήλ, Ἀμήν, Βαρούχ, Γαβριήλ, Ἠσαδδαῖος. . . . Καὶ τῶν
  • μητρικῶν ἀγγέλων, ὧν ἐποίησεν ἡ Ἐδέμ, ὁμοίως ὑποτέτακται
  • τὰ ὀνόματα· ἔστι δὲ ταῦτα, Βάβελ, Ἀχαμῶθ, Νάας, Βήλ, Βελίας, Σατάν, Σαήλ, Ἀδωναῖος, Καυΐθαν, Φαραώ, Καρκαμενώς, Λάθεν. Τούτων τῶν εἰκοσιτεσσάρων ἀγγέλων οἱ μὲν πατρικοὶ τῷ πατρὶ συναίρονται καὶ πάντα ποιοῦσι κατὰ τὸ θέλημα αὐτοῦ·
    v.1.p.220
  • οἱ δὲ μητρικοὶ τῇ μητρὶ Ἐδέμ· τούτων δὲ τῶν ἀγγέλων
  • ὁμοῦ πάντων τὸ πλῆθος ὁ παράδεισος, φησίν, ἐστί, περὶ οὖ λέγει Μωσῆς· Ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, τουτέστι κατὰ πρόσωπον τῆς Ἐδέμ, ἵνα βλέπῃ τὸν παράδεισον ἡ Ἐδέμ, τουτέστι τοὺς ἀγγέλους, διὰ
  • παντός. Τούτου τοῦ παραδείσου ἀλληγορικῶς οἱ ἄγγελοι κέκληνται
  • ξύλα, καὶ ἔστι τὸ ξύλον τῆς ζωῆς ὁ τρίτος τῶν πατρικῶν ἀγγέλων Βαρούχ, τὸ δὲ ξύλον τοῦ εἰδέναι γνῶσιν καλοῦ καὶ πονηροῦ ὁ τρίτος τῶν μητρικῶν ἀγγέλων, ὁ Νάας. Οὕτως γὰρ λέγει δεῖν τὰ Μωσέως ἑρμηνεύειν, λέγων· περιεσταλμένως
  • αὐτὰ εἶπεν ὁ Μωϋσῆς διὰ τὸ μὴ πάντας χωρεῖν τὴν ἀλήθειαν.
  • Γενομένου δέ, φησί, τοῦ παραδείσου ἐξ εὐαρεστήσεως κοινῆς Ἐλωεὶμ καὶ Ἐδέμ, οἱ τοῦ Ἐλωεὶμ ἄγγελοι λαβόντες ἀπὸ τῆς καλλίστης γῆς, τουτέστιν οὐκ ἀπὸ τοῦ θηριώδους μέρους τῆς Ἐδέμ, ἀλλὰ ἀπὸ τῶν ὑπὲρ βουβῶνα ἀνθρωποειδῶν καὶ ἡμέρων
  • χωρίων τῆς γῆς ποιοῦσι τὸν ἄνθρωπον. Ἐκ δὲ τῶν θηριωδῶν
  • μερῶν, φησί, γίνονται τὰ θηρία καὶ τὰ λοιπὰ ζῷα. Τὸν ἄνθρωπον οὖν ἐποίησαν σύμβολον τῆς ἑνότητος αὐτῶν καὶ εὐνοίας, καὶ κατατίθενται τὰς ἑαυτῶν δυνάμεις εἰς αὐτόν, Ἐδὲμ
  • μὲν τὴν ψυχήν, Ἐλωεὶμ δὲ τὸ πνεῦμα. Καὶ γίνεται οἱονεὶ
  • σφραγίς τις αὕτη καὶ φιλίας ὑπόμνημα καὶ σύμβολον αἰώνιον τοῦ γάμου τῆς Ἐδὲμ καὶ τοῦ Ἐλωεὶμ ἄνθρωπος, ὁ Ἀδάμ. Ὁμοίως δὲ καὶ ἡ Εὔα γέγονε, φησίν, ὥσπερ Μωσεῖ γέγραπται, εἰκὼν καὶ σύμβολον, σφραγὶς εἰς αἰῶνα φυλαχθησομένη τῆς
  • Ἐδέμ· κατετέθη τε ὁμοίως καὶ ἐν τῇ Εὔᾳ τῇ εἰκόνι ψυχὴ μὲν
  • ἀπὸ τῆς Ἐδέμ, πνεῦμα δὲ ἀπὸ τοῦ Ἐλωείμ. Καὶ ἐδόθησαν ἐντολαὶ αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ κατακληρονομήσατε τὴν γῆν, τουτέστι τὴν Ἐδέμ, οὕτω γὰρ θέλει γεγράφθαι. Πᾶσαν γὰρ τὴν ἑαυτῆς δύναμιν οἱονεί τινα
  • οὐσίαν ἐν γάμῳ ἡ Ἐδὲμ προσήνεγκε τῷ Ἐλωείμ. Ὅθεν, φησί,
  • κατὰ μίμησιν ἐκείνου τοῦ πρώτου γάμου προῖκα προσφέρουσι μέχρι σήμερον αἱ γυναῖκες τοῖς ἀνδράσι, θείῳ τινὶ καὶ πατρικῷ νόμῳ πειθόμεναι τῷ γενομένῳ πρὸς Ἐλωεὶμ τῆς Ἐδέμ. Κτισθέντων δὲ πάντων, ὡς γέγραπται παρὰ τῷ Μωϋσῇ, οὐρανοῦ
  • τε καὶ γῆς καὶ τῶν ἐν αὐτῇ, εἰς τέτταρας ἀρχὰς διῃρέθησαν οἱ
  • δώδεκα τῆς μητρὸς ἄγγελοι, καὶ καλεῖται τούτων ἕκαστον τεταρτημόριον
    v.1.p.222
    ποταμός, Φεισὼν καὶ Γεὼν καὶ Τίγρις καὶ Εὐφράτης, ὡς, φησί, λέγει Μωϋσῆς· οὗτοι ἐμπεριέρχονται οἱ δώδεκα ἄγγελοι εἰς τέτταρα μέρη συμπεριπεπλεγμένοι καὶ διέπουσι τὸν
  • κόσμον, σατραπικήν τινα ἔχοντες κατὰ τοῦ κόσμου παρὰ τῆς
  • Ἐδὲμ ἐξουσίαν. Μένουσι δὲ οὐκ ἀεὶ ἐπὶ τῶν τόπων τῶν αὐτῶν, ἀλλ᾿ οἱονεὶ ἐν χορῷ κυκλικῷ ἐμπεριέρχονται, ἀλλάσσοντες τόπον ἐκ τόπου καὶ παραχωροῦντες ἐν χρόνοις καὶ διαστήμασι τοὺς τόπους τεταγμένους ἑαυτοῖς. Ὅταν δὲ ἐπικρατῇ τῶν τόπων
  • ὁ Φεισών, λιμός, στενοχωρία, θλῖψις ἐν ἐκείνῳ τῷ μέρει
  • τῆς γῆς γίνεται· φειδωλὸν γὰρ τὸ παράταγμα τῶν ἀγγέλων τούτων· ὁμοίως καὶ ἑκάστου μέρους τῶν τεσσάρων, κατὰ τὴν ἑκάστου δύναμιν καὶ φύσιν, κακοὶ καιροὶ καὶ νόσων στάσεις. Καὶ τοῦτο εἰσαεὶ κατὰ τὴν ἐπικράτησιν τῶν τεταρτημορίων ὡσπερεὶ
  • ποταμῶν ῥεῦμα κακίας κατὰ θέλησιν τῆς Ἐδὲμ ἀδιαλείπτως
  • τὸν κόσμον περιέρχεται. Γέγονε δὲ ἡ τῆς κακίας ἀνάγκη ἐκ τοιαύτης τινὸς αἰτίας· κατασκευάσας καὶ δημιουργήσας Ἐλωεὶμ ἐκ κοινῆς εὐαρεστήσεως τὸν κόσμον, ἀναβῆναι ἠθέλησεν εἰς τὰ ὑψηλὰ μέρη τοῦ οὐρανοῦ καὶ θεάσασθαι, μή τι γέγονε τῶν
  • κατὰ τὴν κτίσιν ἐνδεῶς, συμπαραλαβὼν τοὺς ἰδίους ἀγγέλους
  • μετ᾿ αὐτοῦ, ἦν γὰρ ἀνωφερής, καταλιπὼν τὴν Ἐδὲμ κάτω, γῆ γὰρ οὖσα ἐπακολουθεῖν ἄνω τῷ συζύγῳ οὐκ ἠθέλησεν. Ἐλθὼν οὖν ὁ Ἐλωεὶμ ἐπὶ τὸ πέρας ἄνω τοῦ οὐρανοῦ, καὶ θεασάμενος φῶς κρεῖττον ὑπὲρ ὃ αὐτὸς ἐδημιούργησεν εἶπεν· Ἀνοίξατέ
  • μοι πύλας, ἵνα εἰσελθὼν ἐξομολογήσωμαι τῷ
  • κυρίῳ· ἐδόκουν γὰρ ἐγὼ κύριος εἶναι. Φωνὴ αὐτῷ ἀπὸ τοῖ φωτὸς ἐδόθη λέγουσα· Αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσέρχονται δι᾿ αὐτῆς· καὶ ἀνεῴχθη παραχρῆμα ἡ πύλη, καὶ εἰσῆλθεν ὁ πατὴρ δίχα τῶν ἀγγέλων πρὸς τὸν
  • ἀγαθὸν καὶ εἶδεν, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ
  • ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Τότε λέγει αὐτῷ ὁ ἀγαθός· Κάθου ἐκ δεξιῶν μου. Ὁ δὲ πατὴρ λέγει πρὸς τὸν ἀγαθόν· Ἔασόν με κύριε καταστρέψαι τὸν κόσμον, ὃν πεποίηκα· τὸ πνεῦμα γάρ μου ἐνδέδεται
  • εἰς τοὺς ἀνθρώπους, καὶ θέλω αὐτὸ ἀπολαβεῖν.
  • Τότε λέγει αὐτῷ ὁ ἀγαθός· Οὐδὲν δύνασαι κακοποιῆσαι
    v.1.p.224
    παρ᾿ ἐμοὶ γενόμενος, ἐκ κοινῆς γὰρ εὐαρεστήσεως ἐποιήσατε τὸν κόσμον σύ τε καὶ ἡ Ἐδέμ. ἔασον οὖν τὴν Ἐδὲμ ἔχειν τὴν κτίσιν μέχρις οὗ βούλεται·
  • σὺ δὲ μένε παρ᾿ ἐμοί. Τότε γνοῦσα ἡ Ἐδὲμ ὅτι
  • καταλέλειπται ὑπὸ τοῦ Ἐλωείμ, λυπηθεῖσα παρέστησεν αὐτῇ τοὺς ἰδίους ἀγγέλους καὶ εὐπρεπῶς ἐκόσμησεν ἑαυτήν, εἴ πως εἰς ἐπιθυμίαν ἐλθὼν ὁ Ἐλωεὶμ κατέλθῃ πρὸς αὐτήν. Ὡς δὲ κρατηθεὶς τῷ ἀγαθῷ ὁ Ἐλωεὶμ οὐκέτι κατῆλθε πρὸς τὴν Ἐδέμ,
  • προσέταξεν ἡ Ἐδὲμ τῇ Βάβελ, ἥτις ἐστὶν Ἀφροδίτη, μοιχείας
  • καὶ χωρισμοὺς γάμων κατασκευάσαι ἐν ἀνθρώποις, ἵνα ὡς αὐτὴ κεχώρισται ἀπὸ τοῦ Ἐλωείμ, οὕτω καὶ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὄν ἐν τοῖς ἀνθρώποις τοῖς χωρισμοῖς τοῖς τοιούτοις βασανίζηται λυπούμενον, καὶ πάσχῃ τὰ αὐτὰ ὁποῖα καὶ ἡ Ἐδὲμ καταλελειμμένη.
  • Καὶ δίδωσιν ἐξουσίαν ἡ Ἐδὲμ μεγάλην τῷ τρίτῳ
  • ἀγγέλῳ αὐτῆς τῷ Νάας, ἵνα πάσαις κολάσεσι κολάζῃ τὸ πνεῦμα τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς ἀνθρώποις, ἵνα διὰ τοῦ πνεύματος ᾖ κολαζόμενος ὁ Ἐλωεὶμ ὁ καταλιπὼν παρὰ τὰς συνθήκας τὰς γενομένας αὐτῶν τὴν σύζυγον. Ἰδὼν ταῦτα ὁ
  • πατὴρ Ἐλωεὶμ ἐκπέμπει τὸν Βαρούχ, τὸν τρίτον ἄγγελον τῶν
  • ἑαυτοῦ, εἰς βοήθειαν τῷ πνεύματι τῷ ὄντι ἐν τοῖς ἄνθρώποις. Πάλιν ἐλθὼν οὖν ὁ Βαροὺχ ἔστη ἐν μέσῳ τῶν ἀγγέλων τῆς Ἐδέμ, τουτέστιν ἐν μέσῳ τοῦ παραδείσου (παράδεισος γὰρ οἱ ἄγγελοι, ὧν μέσος ἔστη), καὶ παρήγγειλε τῷ ἀνθρώπῳ, ἀπὸ
  • παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγεῖν,
  • ἀπὸ δὲ τοῦ [ξύλου τοῦ] γινώσκειν τὸ καλὸν καὶ το πονηρὸν μὴ φαγεῖν, ὅπερ ἐστὶν ὁ Νάας, τουτέστι τοῖς μὲν ἄλλοις ἀγγέλοις πείθεσθαι τοῖς ἕνδεκα τῆς Ἐδέμ, πάθη μὲν γὰρ ἔχουσιν οἱ ἕνδεκα, παρανομίαν δὲ οὐκ ἔχουσιν· ὁ δὲ
  • Νάας παρανομίαν ἔσχε· προσῆλθε γὰρ τῇ Εὔᾳ ἐξαπατήσας αὐτὴν
  • καὶ ἐμοίχευσεν αὐτήν, ὅπερ ἐστὶ παράνομον· προσῆλθε δὲ καὶ τῷ Ἀδὰμ καὶ ἔσχεν αὐτὸν ὡς παῖδα, ὅπερ ἐστὶ καὶ αὐτὸ παράνομον· ἔνθεν γέγονε μοιχεία καὶ ἀρσενοκοιτία. Ἀπὸ τότε ἐπεκράτησε τὰ κακὰ τοῖς ἀνθρώποις καὶ τὰ ἀγαθὰ ἐκ μιᾶς
  • ἀρχῆς γενόμενα τῆς τοῦ πατρός. Ἀναβὰς γὰρ πρὸς τὸν ἀγαθὸν
  • ὁ πατὴρ ὁδὸν ἔδειξε τοῖς ἀναβαίνειν θέλουσιν. Ἀποστὰς δὲ τῆς Ἐδέμ ἀρχὴν κακῶν ἐποίησε τῷ πνεύματι τῷ ἐν τοῖς
    v.1.p.226
    ἀνθρώποις. Ἐπέμφθη οὖν ὁ Βαροὺχ πρὸς τὸν Μωσέα, καὶ δι᾿ αὐτοῦ ἐλάλησε τοῖς υἱοῖς Ἰσραήλ, ὅπως ἐπιστραφῶσι πρὸς
  • τὸν ἀγαθόν. Ὁ δὲ τρίτος ὁ . . . . . διὰ τῆς ψυχῆς ἀπὸ τῆς
  • Ἐδὲμ οἰκούσης εἰς τὸν Μωσέα, ὥσπερ καὶ εἰς πάντας ἀνθρώπους, τὰς ἐντολὰς τοῦ Βαροὺχ ἐπεσκίασε καὶ τὰς ἰδίας ἐποίησεν ἀκούεσθαι· διὰ τοῦτο ἡ ψυχὴ κατὰ τοῦ πνεύματος τέτακται, καὶ τὸ πνεῦμα κατὰ τὴς ψυχῆς. Ἡ μὲν γὰρ ψυχή ἐστιν
  • Ἐδέμ, τὸ δὲ πνεῦμα Ἐλωείμ, ἑκάτερα ὄντα ἐν πᾶσιν ἀνθρώποις
  • καὶ θήλεσι καὶ ἄρρεσι. Πάλιν μετὰ ταῦτα ἐπέμφθη ἐπὶ τοὺς προφήτας ὁ Βαρούχ, ἵνα διὰ τῶν προφητῶν ἀκούσῃ τὸ πνεῦμα τὸ ἐν τοῖς ἀνθρώποις κατοικοῦν καὶ φύγῃ τὴν Ἐδὲμ
  • καὶ τὴν πλάσιν τὴν πονηράν, ὥσπερ ἔφυγεν ὁ πατὴρ Ἐλωείμ·
  • ὁμοίως καὶ [διὰ τῶν προφητῶν] τῇ αὐτῇ ἐπινοίᾳ ὁ Νάας διὰ τῆς ψυχῆς τῆς ἐνοικούσης ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι τοῦ πατρὸς ὑπέσυρε τοὺς προφήτας, καὶ ὑπεσύρησαν πάντες, καὶ οὐκ ἠκολούθησαν τοῖς λόγοις τοῦ Βαρούχ, οὓς ἐνετείλατο
  • Ἐλωείμ. Τὸ τελευταῖον ἐξ ἀκροβυστίας προφήτην ἐπελέξατο
  • Ἐλωεὶμ τὸν Ἡρακλέα καὶ ἔπεμψεν, ἵνα τοὺς δώδεκα ἀγγέλους τῆς Ἐδὲμ καταγωνίσηται καὶ ἐλευθερώσῃ τὸν πατέρα ἀπὸ τῶν δώδεκα ἀγγέλων τῆς κτίσεως τῶν πονηρῶν. Ταῦτά ἐστι τα δώδεκα ἆθλα τοῦ Ἡρακλέους, ἃ κατηγωνίσατο ὁ Ἡρακλῆς τῇ
  • τάξει, ἀπὸ τοῦ πρώτου ἕως ἐσχάτου, λέοντα καὶ ὕδραν καὶ
  • κάπρον καὶ τὰ ἑξῆς. Τῶν ἐθνῶν γὰρ εἶναι ταῦτα τὰ ὀνόματα, ἃ μετωνόμασται, φασίν, ἀπὸ τῆς ἐνεργείας τῶν μητρικῶν ἀγγέλων. Ὡς δ᾿ ἐδόκει κατηγωνίσθαι, προσπλέκεται αὐτῷ ἡ Ὀμφάλη, ἥτις ἐστὶ Βάβελ ἢ Ἀφροδίτη, καὶ ὑποσύρει τὸν Ἡρακλέα
  • καὶ ἀποδιδύσκει τὴν δύναμιν αὐτοῦ, τὰς ἐντολὰς τοῦ Βαρούχ,
  • ἃς ἐνετείλατο Ἐλωείμ, καὶ μετενδιδύσκει τὴν ἰδίαν αὐτῆς στολήν, τουτέστι τὴν δύναμιν τῆς Ἐδὲμ τῆς κάτω δυνάμεως, καὶ οὕτως ἀτελὴς ἐγένετο τοῦ Ἡρακλέους ἡ προφητεία καὶ τὰ ἔργα αὐτοῦ. Τὸ δὲ τελευταῖον ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως
  • πέμπεται ὁ Βαρούχ, καταπεμφθεὶς πάλιν ὑπὸ τοῦ Ἐλωείμ,
  • καὶ ἐλθὼν εἰς Ναζαρὲτ εὗρε τὸν Ἰησοῦν, υἱὸν τοῦ Ἰωσὴφ καὶ Μαρίας, βόσκοντα πρόβατα, παιδάριον δυωδεκαετές, καὶ ἀναγγέλλει αὐτῷ ἀπ᾿ ἀρχῆς πάντα ὅσα ἐγένετο ἀπὸ τῆς Ἐδὲμ
    v.1.p.228
    καὶ τοῦ Ἐλωεὶμ καὶ τὰ μετὰ ταῦτα ἐσόμενα, καὶ εἶπε· Πάντες
  • οἱ πρὸ σοῦ προφῆται ὑπεσύρησαν. Πειράθητι
  • οὖν, Ἰησοῦ, υἱὲ ἀνθρώπου, μὴ ὑποσυρῆναι, ἀλλὰ κήρυξον τοῦτον τὸν λόγον τοῖς ἀνθρώποις καὶ ἀνάγγειλον αὐτοῖς τὰ περὶ τοῦ πατρὸς καὶ τὰ περὶ τοῦ ἀγαθοῦ, καὶ ἀνάβαινε πρὸς τὸν ἀγαθὸν καὶ κάθου
  • ἐκεῖ μετὰ τοῦ πάντων ἡμῶν πατρὸς Ἐλωείμ. Καὶ
  • ὑπήκουσε τῷ ἀγγέλῳ ὁ Ἰησοῦς εἰπών, ὅτι κύριε ποιήσω πάντα, καὶ ἐκήρυξεν. Ὑποσῦραι οὖν ὁ Νάας καὶ τοῦτον ἠθέλησε . . . πιστὸς γὰρ ἔμεινε τῷ Βαρούχ. Ὀργισθεὶς οὖν ὁ Νάας, ὅτι αὐτὸν ὑποσῦραι οὐκ ἠδυνήθη, ἐποίησεν αὐτὸν σταυρωθῆναι.
  • Ὁ δὲ καταλιπὼν τὸ σῶμα τῆς Ἐδὲμ πρὸς τὸ ξύλον,
  • ἀνέβη πρὸς τὸν ἀγαθόν. Εἰπὼν δὲ τῇ Ἐδέμ· Γύναι, ἀπέχεις σου τὸν υἱόν, τουτέστι τόν ψυχικὸν ἄνθρωπον καὶ τὸν χοϊκόν, αὐτὸς δὲ εἰς χεῖρας παραθέμενος τὸ πνεῦμα τοῦ πατρός, ἀνῆλθε πρὸς τὸν ἀγαθόν. Ὁ δὲ ἀγαθός ἐστι Πρίαπος,
  • ὁ πρίν τι εἶναι ποιήσας· διὰ τοῦτο καλεῖται Πρίαπος, ὅτι
  • ἐπριοποίησε τὰ πάντα. Διὰ τοῦτο, φησίν, εἰς πάντα ναὸν ἵσταται, ὑπὸ πάσης τῆς κτίσεως τιμώμενος καὶ ἐν ταῖς ὁδοῖς βαστάζων τὰς ὀπώρας ἐπάνω αὐτοῦ, τουτέστι τοὺς καρποὺς τῆς κτίσεως, ὧν αἴτιος ἐγένετο, πριοποιήσας τὴν κτίσιν πρότερον
  • οὐκ οὖσαν. Ὅταν οὖν, φησίν, ἀκούσητε λεγόντων ἀνθρώπων,
  • ὅτι κύκνος ἐπὶ τὴν Λήδαν ἦλθε καὶ ἐτεκνοποίησεν ἐξ αὐτῆς, ὁ κύκνος ἐστὶν ὁ Ἐλωείμ, καὶ ἡ Λήδα ἡ Ἐδέμ. Καὶ ὅταν λέγωσιν οἱ ἄνθρωποι, ὅτι ἀετὸς ἦλθεν ἐπὶ τὸν Γανυμήδην, ὁ ἀετός ἐστιν ὁ Νάας, ὁ δὲ Γανυμήδης ὁ Ἀδάμ· καὶ ὅταν λέγωσιν, ὅτι
  • ὁ χρυσὸς ἦλθεν ἐπὶ τὴν Δανάην καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς,
  • ὁ χρυσός ἐστιν ὁ Ἐλωείμ, Δανάη δὲ ἐστιν ἡ Ἐδέμ. Ὁμοίως δὲ κατὰ τὸν αὐτὸν τρόπον πάντας τοὺς τοιούτους λόγους μύθους ἐμφερεῖς. ὄντας παρατιθέμενοι διδάσκουσιν. Ὅταν οὖν προφῆται λέγωσιν· Ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ,
  • κύριος ἐλάλησεν, οὐρανὸν λέγει, φησί, τὸ πνεῦμα τὸ ἐν
  • τῷ ἀνθρώπῳ, τὸ τοῦ Ἐλωείμ, γῆν δὲ τὴν ψυχὴν τὴν ἐν τῷ ἀνθρώπῳ σὺν τῷ πνεύματι, κύριον δὲ τὸν Βαρούχ, Ἰσραὴλ δὲ τὴν Ἐδέμ· Ἐδὲμ γὰρ λέγεται καὶ Ἰσραὴλ ἡ σύζυγος τοῦ Ἐλωείμ. Οὐκ ἔγνω με, φησίν, Ἰσραήλ, εἰ γὰρ ἐγνώκει, ὅτι πρὸς
    v.1.p.230
  • τῷ ἀγαθῷ εἰμί, οὐκ ἂν ἐκόλαζε τὸ πνεῦμα τὸ ἐν
  • τοῖς ἀνθρώποις διὰ τὴν πατρικὴν ἄγνοιαν.

    Ἐντεῦθεν γέγραπται δὲ καὶ ὅρκος ἐν τῷ πρώτῳ βιβλίῳ τῷ ἐπιγραφομένῳ Βαρούχ, ὃν ὁρκίζουσι τοὺς κατακούειν μέλλοντας τούτων τῶν μυστηρίων καὶ τελεῖσθαι παρὰ τῷ ἀγαθῷ·

  • ὃν ὅρκον, φησίν, ὤμοσεν ὁ πατὴρ ἡμῶν Ἐλωεὶμ παρὰ
  • τῷ ἀγαθῷ γενόμενος, καὶ οὐ μετεμελήθη ὀμόσας, περὶ οὗ γέγραπται, φησίν, Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται. Ἔστι δὲ ὁ ὅρκος οὗτος· Ὀμνύω τὸν ἐπάνω πάντων, τὸν ἀγαθὸν, τηρῆσαι τὰ μυστήρια ταῦτα καὶ ἐξειπεῖν
  • μηδενί, μηδὲ ἀνακάμψαι ἀπὸ τοῦ ἀγαθοῦ ἐπὶ
  • τὴν κτίσιν. Ἐπειδὰν δὲ ὀμόσῃ τοῦτον τὸν ὅρκον, εἰσέρχεται πρὸς τὸν ἀγαθὸν καὶ βλέπει, ὅσα ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, καὶ πίνει ἀπὸ τοῦ ζῶντος ὕδατος, ὅπερ ἐστὶ λουτρὸν αὐτοῖς,
  • ὡς νομίζουσι, πηγὴ ζῶντος ὕδατος ἁλλομένου. Διακεχώρισται
  • γὰρ, φησίν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος, καὶ ἔστιν ὕδωρ τὸ ὑποκάτω τοῦ στερεώματος τῆς πονηρᾶς κτίσεως, ἐν ᾧ λούονται οἱ χοϊκοὶ καὶ ψυχικοὶ ἄνθρωποι, καὶ ὕδωρ ἐστὶν ὑπεράνω τοῦ στερεώματος τοῦ ἀγαθοῦ ζῶν, ἐν ᾧ λούονται
  • οἱ πνευματικοὶ ζῶντες ἄνθρωποι, ἐν ᾧ ἐλούσατο Ἐλωεὶμ καὶ
  • λουσάμενος οὐ μετεμελήθη. Καὶ ὅταν λέγῃ, φησίν, ὁ προφήτης λαβεῖν ἑαυτῷ γυναῖκα πορνείας, διότι πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθε τοῦ κυρίου, τουτέστιν ἡ Ἐδὲμ ἀπὸ τοῦ Ἐλωείμ, ἐν τούτοις, φησίν, ὁ προφήτης
  • σαφῶς λαλεῖ τὸ ὅλον μυστήριον, καὶ οὐκ ἀκούεται διὰ
  • τὴν κακίαν τοῦ Νάας. Κατὰ τὸν αὐτὸν ἐκεῖνον τρόπον καὶ τὰς ἄλλας λαλιὰς προφητικὰς ὁμοίως παρᾴδουσι διὰ πλειόνων βιβλίων, ἔστι δὲ αὐτοῖς προηγουμένως βιβλίον ἐπιγραφόμενον Βαρούχ, ἐν ᾧ ὅλην τὴν τοῦ μύθου αὐτῶν διαγωγὴν ὁ ἐντυχὼν
  • γνώσεται. Πολλαῖς μὲν οὖν αἱρέσεσιν ἐντυχών, ἀγαπητοί,
  • οὐδενὶ τούτου κακῷ χείρονι ἐνέτυχον. Ἀληθῶς δέ, ὥσπερ λέγεται, κατὰ τὸν αὐτοῦ Ἡρακλέα δεῖ μιμησαμένους ἐκκαθᾶραι τὴν Αὐγείου κόπρον, μᾶλλον δὲ ἀμάραν, εἰς ἣν ἐμπεσόντες οἱ τούτου ἐχόμενοι οὐ πώποτε ἀποπλυθήσονται, ἀλλ᾿ οὐδὲ ἀνακύψαι δυνήσονται.

    v.1.p.232

  • Ἐπεὶ γοὔν καὶ τὰ Ἰουστίνου τοῦ ψευδογνωστικοῦ ἐπιχειρήματα
  • ἐξεθέμεθα, δοκεῖ καὶ τὰς τῶν ἀκολούθων αἱρέσεων δόξας ἐν ταῖς ἑξῆς βίβλοις ἐκθέσθαι, μηδένα δὲ καταλιπεῖν ἀνέλεγκτον αὐτῶν, τῶν ὑπ᾿ αὐτῶν λεγομένων παρατιθεμένων,
  • ὄντων ἱκανῶν πρὸς παραδειγματισμόν, εἰ καὶ μόνον ἐκρηθείη
  • τὰ ἀπόκρυφα παρ᾿ αὐτοῖς καὶ ἄρρητα, ἃ μόλις μετὰ πολλοῦ πόνου μυοῦνται οἱ ἄφρονες. Ἴδωμεν οὖν τί καὶ Σίμων λέγει.

  • Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τοῦ κατὰ πασῶν αἱρέσεων
  • ἐλέγχου.

    Τίνα τὰ Σίμωνι τετολμημένα, καὶ ὅτι ἐκ μαγικῶν καὶ ποιητικῶν τὸ δόγμα κρατύνει.

  • Τίνα ὁ Οὐαλεντῖνος δογματίζει, καὶ ὅτι ἐκ γραφῶν οὐ
  • συνίσταται αὐτοῦ τὸ δόγμα, ἀλλὰ ἐκ τῶν Πλατωνικῶν καὶ Πυθαγορικῶν δογμάτων.

    Καὶ τίνα τὰ Σεκούνδῳ καὶ Πτολεμαίῳ καὶ Ἡρακλέωνι δοκοῦντα, ὡς καὶ αὐτοὶ τοῖς αὐτοῖς, οἷς οἱ Ἕλληνες σοφοί,

  • ἐχρήσαντο ἄλλοις ῥήμασι.
  • Τίνα τὰ Μάρκῳ καὶ Κολαρβάσῳ νομισθέντα, καὶ ὅτι τινὲς αὐτῶν μαγείαις καὶ ἀριθμοῖς Πυθαγορείοις ἔσχον.

    Ὅσα μὲν οὖν ἐδόκει τοῖς ἀπὸ τοῦ ὄφεως τὰς ἀρχὰς παρειληφόσι καὶ κατὰ τελείωσιν τῶν χρόνων εἰς φανερὸν τὰς

  • δόξας ἑκουσίως προενεγκαμένοις, ἐν τῇ πρὸ ταύτης βίβλῳ οὔσῃ
  • πέμπτῃ τοῦ ἐλέγχου τῶν αἱρέσεων ἐξεθέμην. Νυνὶ δὲ καὶ τῶν ἀκολούθων τὰς γνώμας οὐ σιωπήσω, ἀλλ᾿ οὐδὲ μίαν ἀνέλεγκτον καταλείψω, εἴγε δυνατὸν πάσας ἀπομνημονεῦσαι καὶ τὰ τούτων ἀπόρρητα ὄργια, ἃ δικαίως ὄργια κλητέον· οὐ γὰρ
    v.1.p.234
  • μακρὰν ἀπέχουσιν ὀργῆς τοιαῦτα τετολμηκότες, ἵνα καὶ τῇ ἐτυμολογίᾳ
  • χρήσωμαι.

    Δοκεῖ οὖν καὶ τὰ Σίμωνος τοῦ Γιττηνοῦ, κώμης τῆς Σαμαρείας, νῦν ἐκθέσθαι, παρ᾿ οὗ καὶ τοὺς ἀκολούθους δείξομεν ἀφορμὰς λαβόντας ἑτέροις ὀνόμασιν ὅμοια τετολμηκέναι.

  • Οὗτος ὁ Σίμων μαγείας ἔμπειρος ὢν καὶ τὰ μὲν παίξας πολλοὺς
  • κατὰ τὴν Θρασυμήδους τέχνην, ᾧ τρόπῳ ἄνωθεν ἐξεθέμεθα, τὰ δὲ καὶ διὰ δαιμόνων κακουργήσας, θεοποιῆσαι ἑαυτὸν ἐπεχείρησεν, ἄνθρωπος γόης καὶ μεστὸς ἀπονοίας, ὃν ἐν ταῖς Πράξεσιν οἱ ἀπόστολοι ἤλεγξαν· οὗ πολλῷ σοφώτερον καὶ
  • μετριώτερον Ἄψεθος ὁ Λίβυς ὀρεχθεὶς θεὸς νομισθῆναι ἐν
  • Λιβύῃ ἐπεχείρησεν, οὗ τὸν μῦθον οὐ πολύ τι ἀπεμφαίνοντα τῆς Σίμωνος τοῦ ματαίου ἐπιθυμίας, δοκεῖ διηγήσασθαι ὄντα ἄξιον τῆς τούτου ἐπιχειρήσεως.

    Ἄψεθος ὁ Αίβυς ἐπεθύμησε θεὸς γενέσθαι· ὡς δὲ

  • πολυπραγμονῶν πάνυ ἀπετύγχανε τῆς ἐπιθυμίας, ἠθέλησε κἂν
  • δοκεῖν γεγονέναι, καὶ ἔδοξέ γε ὡς ἀληθῶς χρόνῳ πλείονι γεγονέναι θεός. Ἔθυον γὰρ οἱ ἀνόητοι Αίβυες αὐτῷ ὡς θείᾳ τινὶ δυνάμει, νομίζοντες ἄνωθεν ἐξ οὐρανοῦ πεπιστευκέναι φωνῇ. Συναθροίσας γὰρ εἰς ἔνα καὶ τὸν αὐτὸν οἰκίσκον ὄρνιθας
  • πλείστους ψιττακοὺς κατέκλεισεν· εἰσὶ δὲ πλεῖστοι κατὰ τὴν Λιβύην
  • ψιττακοί, καὶ ἐναργῶς μιμούμενοι πάνυ τὴν ἀνθρωπίνην φωνήν. Οὗτος χρόνῳ διαθρέψας τοὺς ὄρνεις ἐδίδαξε λέγειν· Ἄψεθος θεός ἐστιν. Ὡς δὲ ἤσκησαν οἱ ὄρνιθες χρόνῳ πολλῷ καὶ τοῦτο ἔλεγον, ὅπερ ᾤετο λεχθὲν θεὸν εἶναι ποιήσειν
  • νομίζεσθαι τὸν Ἄψεθον, τότε ἀνοίξας τὸ οἴκημα εἴασεν
  • ἄλλον ἀλλαχόσε τοὺς ψιττακούς. Πετομένων δὲ τῶν ὀρνίθων ἐξῆλθεν ὁ φθόγγος εἰς πᾶσαν τὴν Λιβύην, καὶ τὰ ῥήματα αὐτῶν διῆλθε μέχρι τῆς Ἑλληνικῆς γῆς, καὶ οὕτως οἱ Λίβυες καταπλαγέντες ἐπὶ τῇ τῶν ὀρνίθων φωνῇ τό τε πραχθὲν ὑπὸ
  • τοῦ Ἀψέθου πανούργευμα μὴ ἐννοήσαντες, θεὸν εἶχον τὸν
  • Ἄψεθον. Τῶν δὲ Ἑλλήνων τις ἀκριβῶς ἐννοήσας τὸ σόφισμα τοῦ νενομισμένου θεοῦ διὰ τῶν αὐτῶν ἐκείνων ψιττακῶν οὐκ
    v.1.p.236
    ἐλέγχει μόνον, ἀλλὰ καὶ ἀφανίζει τὸν ἀλαζόνα καὶ φορτικὸν ἐκεῖνον ἄνθρωπον. Μετεδίδαξε δὲ ὁ Ἕλλην καθείρξας πολλοὺς
  • ἀπὸ τῶν ψιττακῶν λέγειν· Ἄψεθος ἡμᾶς κατακλείσας
  • ἠνάγκασε λέγειν, Ἄψεθος θεός ἐστιν. Ἀκούσαντες δὲ οἱ Λίβυες τῆς παλινῳδίας τῶν ψιττακῶν, πάντες ὁμοθυμαδὸν συνελθόντες κατέκαυσαν τὸν Ἄψεθον.

    Οὕτως ἡγητέον Σίμωνα τὸν μάγον ἀπεικάζοντας τῷ

  • Λίβυϊ τάχιον ἀνθρώπῳ γενομένῳ οὕτως θεῷ. Εἰ δὲ ἔχει τὰ
  • τῆς εἰκόνος ἀκριβῶς, καὶ πέπονθεν ὁ μάγος πάθος τι παραπλήσιον Ἀψέθῳ, ἐπιχειρήσωμεν μεταδιδάσκειν τοῦ Σίμωνος τοὺς ψιττακούς, ὅτι Χριστὸς οὐκ ἦν Σίμων ὁ ἑστώς, στάς, στησόμενος· ἀλλ᾿ ἄνθρωπος ἦν ἐκ σπέρματος, γέννημα γυναικός, ἐξ
  • αἱμάτων καὶ ἐπιθυμίας σαρκικῆς καθάπερ καὶ οἱ λοιποὶ γεγεννημένος·
  • καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, προϊόντος τοῦ λόγου ῥᾳδίως ἐπιδείξομεν. Λέγει δὲ ὁ Σίμων μεταφράζων τὸν νόμον Μωϋσέως ἀνοήτως τε καὶ κακοτέχνως· Μωσέως γὰρ λέγοντος, ὅτι ὁ θεὸς πῦρ φλέγον ἐστὶ καὶ καταναλίσκον, δεξάμενος
  • τὸ λεχθὲν ὑπὸ Μωσέως οὐκ ὀρθῶς, πῦρ εἶναι τῶν ὅλων
  • λέγει τὴν ἀρχήν, οὐ νοήσας τὸ εἰρημένον, ὅτι θεὸς οὐ πῦρ, ἀλλὰ πῦρ φλέγον καὶ καταναλίσκον, οὐκ αὐτὸν διασπῶν μόνον τὸν νόμον Μωσέως, ἀλλὰ καὶ τὸν σκοτεινὸν Ἡράκλειτον συλαγωγῶν. Ἀπέραντον δὲ εἶναι δύναμιν ὁ Σίμων προσαγορεύει
  • τῶν ὅλων τὴν ἀρχήν, λέγων οὕτως· Τοῦτο τὸ γράμμα
  • ἀποφάσεως φωνῆς καὶ ὀνόματος ἐξ ἐπινοίας τῆς μεγάλης δυνάμεως τῆς ἀπεράντου. Διὸ ἔσται ἐσφραγισμένον, κεκρυμμένον, κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὖ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται. Οἰκητήριον
  • δὲ λέγει εἶναι τὸν ἄνθρωπον τοῦτον τὸν ἐξ αἱμάτων
  • γεγεννημένον, καὶ κατοικεῖν ἐν αὐτῷ τὴν ἀπέραντον δύναμιν, ἣν ῥίζαν εἶναι τῶν ὅλων φησίν. Ἔστι δὲ ἡ ἀπέραντος δύναμις, τὸ πῦρ, κατὰ τὸν Σίμωνα οὐδὲν ἁπλοῦν, καθάπερ οἱ πολλοὶ ἁπλᾶ λέγοντες εἶναι τὰ τέσσαρα στοιχεῖα καὶ τὸ πῦρ ἁπλοῦν
  • εἶναι νενομίκασιν, ἀλλὰ γὰρ εἶναι τὴν τοῦ πυρὸς διπλῆν τινὰ
  • v.1.p.238
    τὴν φύσιν, καὶ τῆς διπλῆς ταύτης καλεῖ τὸ μέν τι κρυπτόν, τὸ δέ τι φανερόν· κεκρύφθαι δὲ τὰ κρυπτὰ ἐν τοῖς φανεροῖς τοῦ πυρός, καὶ τὰ φανερὰ τοῦ πυρὸς ὑπὸ τῶν κρυπτῶν γεγονέναι. Ἔστι δὲ τοῦτο, ὅπερ Ἀριστοτέλης δυνάμει καὶ ἐνεργείᾳ καλεῖ
  • ἢ Πλάτων νοητὸν καὶ αἰσθητόν. Καὶ τὸ μὲν φανερὸν τοῦ πυρὸς
  • πάντα ἔχει ἐν ἑαυτῷ ὅσα ἄν τις ἐπινοήσῃ ἢ καὶ λάθῃ παραλιπὼν τῶν ὁρατῶν. Τὸ δὲ κρυπτὸν πᾶν ὅ, τι ἐννοήσει τις νοητὸν καὶ πεφευγὸς τὴν αἴσθησιν ἢ καὶ παραλείπει μὴ διανοηθείς. Καθόλου δέ ἐστιν εἰπεῖν, πάντων τῶν ὄντων αἰσθητῶν
  • τε καὶ νοητῶν, ὧν ἐκεῖνος κρυφίων καὶ φανερῶν προσαγορεύει,
  • ἔστι θησαυρὸς τὸ πῦρ τὸ ὑπερουράνιον, οἱονεὶ δένδρον μέγα ὡς τὸ δι᾿ ὀνείρου βλεπόμενον τῷ Ναβουχοδονόσορ, ἐξ οὗ πᾶσα σὰρξ τρέφεται. Καὶ τὸ μὲν φανερὸν εἶναι τοῦ πυρὸς νομίζει τὸ πρέμνον, τοὺς κλάδους, τὰ φύλλα, τὸν ἔξωθεν αὐτῷ
  • περικείμενον φλοιόν. Ἅπαντα, φησί, ταῦτα τοῦ μεγάλου δένδρου
  • ἀναφθέντα ἀπὸ τῆς παμφάγου τοῦ πυρὸς ἀφανίζεται φλογός. Ὁ δὲ καρπὸς τοῦ δένδρου ἐὰν ἐξεικονισθῇ καὶ τὴν ἑαυτοῦ μορφὴν ἀπολάβῃ, εἰς ἀποθήκην τίθεται, οὐκ εἰς τὸ
  • πῦρ. Γέγονε μὲν γὰρ, φησίν, ὁ καρπός, ἵνα εἰς τὴν ἀποθήκην
  • τεθῇ, τὸ δὲ ἄχυρον, ἵνα παραδοθῇ τῷ πυρί, ὅπερ ἐστὶ πρέμνον, οὐκ αὐτοῦ χάριν ἀλλὰ τοῦ καρποῦ γεγενημένον.

    Καὶ τοῦτό ἐστι, φησί, τὸ γεγραμμένον ἐν τῇ γραφῇ· Ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ

  • ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον.
  • Εἰ δὲ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, δέδεικται, φησίν, ὅτι ξύλον οὐκ ἄλλο τι ἀλλ᾿ ἣ ἄνθρωπος ἐστίν. Ἀλλὰ περὶ τῆς ἐκκρίσεως αὐτοῦ καὶ διακρίσεως ἱκανῶς, φησίν, εἴρηκεν ἡ γραφή, καὶ πρὸς διδασκαλίαν ἀρκεῖ τοῖς ἐξεικονισμένοις
  • τὸ λεχθέν· ὅτι πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα
  • σαρκὸς ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. Ῥῆμα δέ, φησίν, ἐστὶ κυρίου τὸ ἐν στόματι γεννώμενον ῥῆμα καὶ λόγος, ἄλλῃ δὲ χωρίον γενέσεως οὐκ ἔστι.

  • Τοιούτου δὲ ὄντος, ὡς δι᾿ ὀλίγων εἰπεῖν, κατὰ τὸν
  • v.1.p.240
    Σίμωνα τοῦ πυρός, καὶ πάντων τῶν ὄντων ὁρατῶν καὶ ἀοράτων, ὡσαύτως ἐνήχων καὶ ἀνήχων, ἀριθμητῶν καὶ ἀριθμῶν, ἐν τῇ Ἀποφάσει τῇ μεγάλῃ καλεῖ τέλειον νοερόν, οὕτως ὡς ἕκαστον τῶν ἀπειράκις ἀπείρως ἐπινοηθῆναι δυναμένων καὶ λαλεῖν
  • καὶ διανοεῖσθαι καὶ ἐνεργεῖν, οὕτως ὡς φησὶν Ἐμπεδοκλῆς·
  • Γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ᾿ ὕδωρ, αἰθέρι δ᾿ αἰθέρα [δῖον], ἀτὰρ πυρὶ πῦρ ἀΐδηλον, καὶ [στοργῇ] στοργήν, νεῖκος δέ τε νείκεϊ λυγρῷ.

    Πάντα γὰρ, φησίν, ἐνόμιζε τὰ μέρη τοῦ πυρὸς τὰ

  • ὁρατὰ καὶ τὰ ἀόρατα φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. Γέγονεν
  • οὖν ὁ κόσμος ὁ γεννητὸς ἀπὸ τοῦ ἀγεννήτου πυρός. Ἤρξατο δὲ, φησί, γενέσθαι τοῦτον τὸν τρόπον. Ἓξ ῥίζας τὰς πρώτας τῆς ἀρχῆς τῆς γεννήσεως λαβὼν ὁ γεννητὸς ἀπὸ τῆς ἀρχῆς τοῦ πυρὸς ἐκείνου· γεγονέναι δὲ τὰς ῥίζας φησὶ κατὰ
  • συζυγίας ἀπὸ τοῦ πυρός, ἅστινας ῥίζας καλεῖ νοῦν καὶ ἐπίνοιαν,
  • φωνὴν καὶ ὄνομα, λογισμὸν καὶ ἐνθύμησιν· εἶναι δὲ ἐν ταῖς ἓξ ῥίζαις ταύταις πᾶσαν ὁμοῦ τὴν ἀπέραντον δύναμιν δυνάμει, οὐκ ἐνεργείᾳ. Ἥντινα ἀπέραντον δύναμιν φησὶ τὸν ἑστῶτα, στάντα, στησόμενον. Ὃς ἐὰν μὲν ἐξεικονισθῇ
  • ὢν ἐν ταῖς ἓξ δυνάμεσιν, ἔσται οὐσίᾳ, δυνάμει, μεγέθει,
  • ἀποτελέσματι μία καὶ ἡ αὐτὴ τῇ ἀγεννήτῳ καὶ ἀπεράντῳ δυνάμει, καὶ οὐδὲν ὅλως ἔχουσα ἐνδεέστερον ἐκείνης τῆς ἀγεννήτου καὶ ἀπαραλλάκτου καὶ ἀπεράντου δυνάμεως· ἐὰν δὲ μείνῃ τῇ δυνάμει μόνον ἐν ταῖς ἓξ δυνάμεσι καὶ μὴ ἐξεικονισθῇ,
  • ἀφανίζεται, φησί, καὶ ἀπόλλυται οὕτως ὡς ἡ δύναμις ἡ γραμματικὴ
  • ἢ γεωμετρικὴ ἐν ἀνθρώπου ψυχῇ. Προσλαβοῦσα γὰρ ἡ δύναμις τέχνην φῶς τῶν γινομένων γίνεται, μὴ προσλαβοῦσα δὲ ἀτεχνία καὶ σκότος, καὶ ὡς ὅτε οὐκ ᾖν, ἀποθνήσκοντι τῷ ἀνθρώπῳ συνδιαφθείρεται.

  • Τῶν δὲ ἓξ δυνάμεων τούτων καὶ τῆς ἑβδόμης τῆς
  • μετὰ τῶν ἓξ καλεῖ τὴν πρώτην συζυγίαν νοῦν καὶ ἐπίνοιαν, οὐρανὸν καὶ γῆν· καὶ τὸν μὲν ἄρσενα ἄνωθεν ἐπιβλέπειν καὶ
    v.1.p.242
    προνοεῖν τῆς συζύγου, τὴν δὲ γῆν ὑποδέχεσθαι κάτω τοὺς ἀπὸ τοῦ οὐρανοῦ νοεροὺς καταφερομένους τῇ γῇ συγγενεῖς καρπούς.
  • Διὰ τοῦτο, φησίν, ἀποβλέπων πολλάκις ὁ λόγος πρὸς τὰ ἐκ
  • νοὸς καὶ ἐπινοίας γεγεννημένα, τουτέστιν ἐξ οὐρανοῦ καὶ γῆς, λέγει· Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. ὁ δὲ λέγων ταῦτα, φησίν, ἡ ἑβδόμη δύναμις
  • ἐστίν, ὁ ἑστώς, στάς, στησόμενος· αὐτὸς γὰρ αἴτιος τούτων τῶν
  • καλῶν, ὧν ἐπῄνεσε Μωσῆς καὶ εἶπε καλὰ λίαν. Ἡ δὲ φωνὴ καὶ τὸ ὄνομα, ἥλιος καὶ σελήνη. Ὁ δέ λογισμὸς καὶ ἡ ἐνθύμησις, ἀὴρ καὶ ὕδωρ. Ἐν δὲ τούτοις ἅπασιν ἐμμέμικται καὶ κέκραται, ὡς ἔφην, ἡ μεγάλη δύναμις ἡ ἀπέραντος, ὁ ἑστώς.

  • Μωσέως οὖν εἰρηκότος· Ἓξ ἡμέραις ἐν αἷς ὁ
  • θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, τὸν εἰρημένον τρόπον μετοικονομήσας ὁ Σίμων ἑαυτὸν θεοποιεῖ. Ὅταν οὗν λέγωσιν, ὅτι εἰσὶ τρεῖς ἡμέραι πρὸ ἡλίου καὶ σελήνης
  • γεγενημέναι, αἰνίσσονται νοῦν καὶ ἐπίνοιαν, τουτέστιν οὐρανὸν
  • καὶ γῆν, καὶ τὴν ἑβδόμην δύναμιν τὴν ἀπέραντον. Αὗται γὰρ αἱ τρεῖς δυνάμεις εἰσὶ πρὸ πασῶν τῶν ἄλλων γενόμεναι. Ὅταν δὲ λέγωσι· Πρὸ πάντων τῶν αἰώνων γεννᾷ με, περὶ τῆς ἑβδόμης, φησί, δυνάμεως τὰ τοιαῦτα λέγεται εἶναι.
  • Ἑβδόμη δὲ αὕτη δύναμις, ἥτις ἦν δύναμις ὑπάρχουσα ἐν τῇ
  • ἀπεράντῳ δυνάμει, ἥτις γέγονε πρὸ πάντων τῶν αἰώνων, αὕτη ἐστί, φησίν, ἡ ἑβδόμη δύναμις, περὶ ἧς λέγει Μωσῆς· Καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· τουτέστι, φησί, τὸ πνεῦμα τὸ πάντα ἔχον ἐν ἑαυτῷ, εἰκὼν τῆς ἀπεράντου
  • δυνάμεως, περὶ ἧς ὁ Σίμων λέγει· Εἰκὼν ἐξ ἀφθάρτου
  • μορφῆς, κοσμοῦσα μόνη πάντα. Αὕτη γὰρ ἡ δύναμις, ἡ ἐπιφερομένη ἐπάνω τοῦ ὕδατος ἐξ ἀφθάρτου, φησί, γεγενημένη μορφῆς κοσμεῖ μόνη πάντα. Τοιαύτης οὖν τινὸς καὶ παραπλησίου τῆς κατασκευῆς τοῦ κόσμου γενομένης παρ᾿ αὐτοῖς,
  • ἔπλασε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών·
  • ἔπλασε δὲ οὐχ ἁπλοῦν, ἀλλὰ διπλοῦν κατ᾿ εἰκόνα καὶ
    v.1.p.244
    καθ᾿ ὁμοίωσιν. Εἰκὼν δέ ἐστι τὸ πνεῦμα τὸ ἐπιφερόμενον ἐπάνω τοῦ ὕδατος, ὃ ἐὰν μὴ ἐξεικονισθῇ, μετὰ τοῦ κόσμου ἀπολεῖται, δυνάμει μεῖναν μόνον καὶ μὴ ἐνεργείᾳ γενόμενον.
  • Τοῦτο ἐστί, φησί, τό εἰρημένον· Ἵνα μὴ σὺν τῷ κόσμῳ
  • κατακριθῶμεν. Ἐὰν δὲ ἐξεικονισθῇ καὶ γένηται ἀπὸ στιγμῆς ἀμερίστου, ὡς γέγραπται ἐν τῇ Ἀποφάσει, τὸ μικρὸν μέγα γενήσεται. Τὸ δὲ μέγα ἔσται εἰς τὸν ἄπειρον αἰῶνα καὶ ἀπαράλλακτον, τὸ μηκέτι γινόμενον. Πῶς οὖν καὶ τίνα τρόπον,
  • φησί, πλάσσει τὸν ἄνθρωπον ὁ θεός; Ἐν παραδείσῳ, οὕτως
  • γὰρ αὐτῷ δοκεῖ. Ἔστω, φησί, παράδεισος ἡ μήτρα, καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς ἡ γραφὴ διδάξει ὅτε λέγει· Ἐγώ εἰμι ὁ πλάσσων σε ἐν μήτρᾳ μητρός σου. Καὶ τοῦτο γὰρ οὕτω θέλει γεγράφθαι. Τὸν παράδεισον, φησίν, ἀλληγορῶν ὁ Μωσῆς
  • σῆς τὴν μήτραν εἴρηκεν, εἴπερ δεῖ τῷ λόγῳ πιστεύειν. Εἰ δὲ
  • πλάσσει ὁ θεὸς ἐν μήτρᾳ μητρὸς τὸν ἄνθρωπον, τουτέστιν ἐν παραδείσῳ, ὡς ἔφην, ἔστω παράδεισος ἡ μήτρα, Ἐδὲμ δὲ τὸ χωρίον, ποταμὸς ἐκπορευόμενος ἐξ Ἐδὲμ ποτίζειν
  • τὸν παράδεισον ὁ ὀμφαλός. Οὗτος, φησίν, ἀφορίζεται ὁ
  • ὀμφαλὸς εἰς τέσσαρας ἀρχάς, ἑκατέρωθεν γὰρ τοῦ ὀμφαλοῦ δύο εἰσίν ἀρτηρίαι παρατεταμέναι, ὀχετοὶ πνεύματος, καὶ δύο φλέβες, ὀχετοὶ αἵματος. Ἐπειδὰν δέ, φησίν, ἀπὸ τοῦ Ἐδὲμ χωρίου ἐκπορευόμενος ὁ ὀμφαλὸς ἐμφυῇ τῷ γενομένῳ κατὰ τὸ
  • ἐπιγάστριον, ὃν κοινῶς πάντες προσαγορεύουσιν ὀμφαλόν . . . .
  • αἱ δὲ δύο φλέβες, δι᾿ ὧν ῥεῖ καὶ φέρεται ἀπὸ τοῦ Ἐδὲμ τοῦ χωρίου τὸ αἷμα κατὰ τὰς καλουμένας πύλας τοῦ ἥπατος, αἵτινες τὸ γεννώμενον τρέφουσιν· αἱ δὲ ἀρτηρίαι, ἃς ἔφημεν ὀχετοὺς εἶναι πνεύματος, ἑκατέρωθεν περιλαβοῦσαι τὴν κύστιν
  • κατὰ τὸ πλατὺ ὀστοῦν, πρὸς τὴν μεγάλην συνάπτουσιν ἀρτηρίαν,
  • τὴν κατὰ ῥάχιν καλουμένην ἀορτήν, καὶ οὕτως διὰ τῶν παραθύρων ἐπὶ τὴν καρδίαν ὁδεῦσαν τὸ πνεῦμα κίνησιν ἐργάζεται τῶν ἐμβρύων. Πλαττόμενον γὰρ τὸ βρέφος ἐν τῷ παραδείσῳ οὔτε τῷ στόματι τροφὴν λαμβάνει, οὔτε ταῖς ῥισὶν ἀναπνέει·
  • ἐν ὑγροῖς γὰρ ὑπάρχοντι αὐτῷ παρὰ πόδας ἦν ὁ θάνατος εἰ
  • ἀνέπνευσεν· ἐπεσπάσατο γὰρ ἂν ἀπὸ τῶν ὑγρῶν καὶ ἐφθάρη. Ἀλλὰ γὰρ ὅλον περιέσφιγκται τῷ καλουμένῳ χιτῶνι ἀμνίῳ, τρέφεται δὲ δι᾿ ὀμφαλοῦ καὶ διὰ τῆς κατὰ ῥάχιν, ὡς ἔφην, τὴν τοῦ πνεύματος οὐσίαν λαμβάνει.

    v.1.p.246

    Ὁ οὗν ποταμός, φησίν, ὁ ἐκπορευόμενος ἐξ Ἐδὲμ εἰς

  • τέσσαρας ἀφορίζεται ἀρχάς, ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας
  • αἰσθήσεις τοῦ γεννωμένου, ὅρασιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν καὶ ἁφήν. Ταύτας γὰρ ἔχει μόνας τὰς αἰσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. Οὗτος, φησίν, ἐστὶν ὁ νόμος, ὃν ἔθηκε Μωσῆς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον
  • γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς αἱ ἐπιγραφαὶ δηλοῦσι. Τὸ
  • πρῶτον βιβλίον Γένεσις· ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἡ ἐπιγραφὴ τοῦ βιβλίου. Αὕτη γὰρ, φησίν, ἐστὶν ἡ Γένεσις ὅρασις, εἰς ἣν ἀφορίζεται ποταμοῦ σχίσις ἡ μία. Ἐθεάθη γὰρ ὁ κόσμος ἐν ὁράσει. Ἡ ἐπιγραφὴ βιβλίου δευτέρου Ἔξοδος.
  • Ἔδει γὰρ τὸ γεννηθέν, τὴν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν,
  • ἐλθεῖν ἐπί τὴν ἔρημον (Ἐρυθρὰν δελέγει, φασί, τὸ αἷμα), καὶ γεύσασθαι πικρὸν ὕδωρ. Πικρὸν γὰρ, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἐρυθρὰν θάλασσαν, ὅπερ ἐστὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν. Στραφὲν
  • δὲ ὑπὸ Μωσέως, τουτέστι τοῦ λόγου, τὸ πικρὸν ἐκεῖνο γίνεται
  • γλυκύ. Καὶ ὅτι ταῦθ᾿ οὕτως ἔχει, κοινῇ πάντων ἐστὶν ἀκοῦσαι κατὰ τοὺς ποιητὰς λεγόντων· Ῥίζῃ μὲν μέλαν [ἔσκε], γάλακτι δὲ εἴκελον ἄνθος· μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τ᾿ ὀρύσσειν
  • ἀνδράσι γ(??) θνητοῖσι· θεοὶ δέ τε πάντα δύνανται.