Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
Ἕτεροι δὲ τινες φιλόνεικοι τὴν φύσιν, ἰδιῶται τὴν γνῶσιν, μαχιμώτεροι τὸν τρόπον, συνιστάνουσι δεῖν τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς φυλάσσειν κατὰ τὴν τοῦ νόμου διαταγήν, ἐν ᾗ ἂν ἡμέρᾳ ἐμπέσῃ, ὑφορώμενοι τὸ γεγραμμένον ἐν νόμῳ ὡς], ἐπικατάρατον ἔσεσθαι τὸν μὴ φυλάξαντα οὕτως <ὡς> διαστέλλεται, προσέχοντες ὅτι Ἰουδαίιοις ἐνομοθετεῖτο τοῖς μέλλουσι τὸ ἀληθινὸν πάσχα ἀναιρεῖν, τὸ εἰς ἔθνη χωρῆσαν καὶ πίστει νοούμενον, οὐ γράμματι νῦν τηρούμενον· οἳ μιᾷ ταύτῃ προσέχοντες ἐντολῇ
οὐκ ἀφορῶσιν εἰς τὸ εἰρημένον ὑπὸ τοῦ ἀποστόλου, ὄτι »διαμαρτύρομαι παντὶ περι- [*](3f über Plafcos Lehi-e von der Materie s. Zeller II 1 4 719 ff — 6 vgl. VI 35, 3. VII 26, 9 — 8f Theodoret a. a. 0. οὗτος τοῦ κυρίου τὸ σῶμα ἐν τῷ ἡλίῳ εἶπεν ἀποτεθῆναι. (Dieser Satz beweist, ß Th. unsere Stelle, nicht, wie Lipsius meint, X 28 benutzt hat). Clemens, Ecl. proph. 56, 2 S. 152, 26 St.: ἔνιιοι μὲν οὖν φασι τὸ σῶμα τοῦ κυρίου ἐν τῷ ἡλίῳ αὐτὸν ἀποτίθεσθαι, ὡς Ἐρμογένης — 11 Psal. 18, 6, vgl. Clemens a. a. Ο., wo das Psalmcitat vorangeht — 15ff vgl. Eusebius KG V 23; Theodoret III 4 S. 405 Α Migne; Epiph. L; Tert. Adv. haer. 8 Anf. — Hippolytos (Syntagma) und Apollinaris im Chron. Pasch. S. 12ff brauchen ebenfalls die ücke φιλονεικία, φιλονεικοῦσι — 17 Exod. 12, 18 — 19 f Deut. 27, 26; Num. 9, 13, vgl. Epiph. L 2 — 23 Gal. 5, 3 μαρτύρομαι δὲ πόλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῶ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. Tert. citiert S. 225, 4 Kr. den folgenden Vers) [*](2 κενὸν Ρ 6 ἔτι We.: ὅτι Ρ nach Miller, nur τ deutlich: αὐτὸν ö. (in Ρ kein Platz ür) συνομολογεῖ Miller: μὲν ὁμολογεῖ F 8 πεφηνέναι (so) Ρ 9 katalelyp;enai Ρ 10 χρᾶται Ρ 15 Titel περὶ τῶν τεσσαρεσκαὶ δεκατιτῶν schwarz Ρ 16 συσταίνουσι Ρ 18 ὐφορούμενοι Ρ ὡς > Sauppe, s. Ζ. 19 + ὡς Miller 21 χωρῆσον Miller 21f γράμματι συντηρούμενον Cruice)
Ἕτεροι δὲ καὶ αὐτοὶ αἱρετικώτεροι τὴν φύσιν, Φρύγες τὸ γένος, προληφθέντες ὑπὸ γυναίων ἀπάτηνται, Πρισκίλλης τινὸς καὶ Μαξιμίλλης καλουμένων, ἃς προφήτιδας νομίζουσιν, ἐν ταύταις τὸ παράκλητον πνεῦμα κεχωρηκέναι λέγοντες, καί τινα πρὸ αὐτῶν Μοντανὸν ὁμοίως δοξμάζουσιν ὡς προφήτην· ὧν βίβλους ἀπείρους ἔχοντες πλανῶνται, μήτε τὰ ὑπ᾿ αὐτῶν λελαλημένα λόγῳ κρίναντες μήτε τοῖς κρῖναι δυναμένοις προσέχοντες, ἀλλ᾿ ἀκρίτως τῇ πρὸς αὐτοὺς πίστει προσφέρονται, πλεῖόν τι δι᾿ αὐτῶν φάσκοντες ὡς μεμαθηκέναι ἢ ἐκ νόμου καὶ προφητῶν καὶ τῶν εὐαγγελίων.
ὑπὲρ δὲ ἀποστόλους καὶ πᾶν χάρισμα ταῦτα τἂ γύναια δοξάζουσιν, ὡς τολμᾶν πλεῖόν τι Χριστοῦ ἐν τούτοις λέγειν τινὰς αὐτῶν γεγονέναι. οὗτοι τὸν μὲν πατέρα τῶν ὅλων θεὸν καὶ πάντων κατίστην ὁμοίως τῇ ἐκκλησίᾳ ὁμολογοῦσι καὶ ὅσα τὸ εὐαγγέλιον περὶ τοῦ Χριστοῦ μαρτυρεῖ, καινίζουσι δὲ νηστείας καὶ ἑορτὰς καὶ ξηροφαγίας καὶ ῤαφανοφαγίας, φὰσκοντες ὑπὸ τῶν γυναίων δεδιδάχθαι.
τινὲς δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι τὸν πατέρα αὐτὸν εἶναι τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. περὶ τούτων αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γεγένηται ἡ τούτων αἵρεσις.
ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων f. 109r εἰρημένα κρίνομεν, δι’ ὀλίγων | τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ ἐπιχειρήματα πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λόγου ἄξια· οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.
Ἕτεροι δὲ ἐαυτοὺς ἀποκαλοῦντες Ἐγκρατίτας τά μὲν περὶ τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ ὁμοίως καὶ τῇ ἐκκλησίᾳ ὁμολογοῦσι, περὶ δὲ πολιτείαν πεφυσιωμένοι ἀναστρέφονται, ἑαυτοὺς διὰ βρωμάτων δοξάζειν νομίζοντες ἀπεχόμενοι ἐμψύχων, ὑδροποτοῦντες καὶ γαμεῖν κωλύοντες καὶ τῷ λοιπῷ βίῳ καταξήρως προσέχοντες, μᾶλλον Κυνικοὶ [*](4—19 vgl. Χ 25. 26 — 4ff vgl. Eusebius KG V 14, Apollonios bei Eus. V 18, 2 (beide Stellen benutzt bei Theodoret III 2 S. 401 Cff Migne); Epipb. XL VIII 1 Tert. Adv. haer. 7 und Filastrius C. 49 S. 26 M. meist aus gleicher Quelle (Hippolyts Syntagma) — 17 ξηροφαγίας] vgl. Tert. De ieiunio 1. 2 S. 274, 15. 275, 4 —29 29 R. W. — 21 ἐκθήσομαι] Beziehung auf IX? — 26ff vgl. Iren, I 28, 1; Hilgenfeld S. 543ff 28 Kol. 2,16. 18) [*](4 Titel φρύγες zweimal, schwarz und rot Ρ 5 ὑποληφθέντες? Diels πρισκίλς Ρ 6 ἂς Ρ 11 ὡς > Miller 1 7 δὲ Miller: τε Ρ 25 τοῖς — κεκτημένοις 26 Titel ἔγκρατῖται zweimal, schwarz und rot Ρ 29 ὑδρωποτοῦντες Ρ)