Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
πάντα οὖν ἐστι προνοούμενα καὶ διοικούμενα ὑπὸ τῆς ἐντελεχείας τοῦ ἄρχοντος τοῦ μεγάλου τὰ αἰθέρια, ἅντινα μέχρι σελήνης ἐστίν· ἐκεῖθεν γὰρ ἀὴρ αἰθέρος διακρίνεται. κεκοσμημένων οὖν πάντων τῶν αἰθερίων πάλιν ἀπὸ τῆς πανσπερμίας ἄλλος ἄρχων ἀνέβη, μείζων μὲν[τοι] πάντων τῶν ὑποκειμένων χωρὶς μέντοι τῆς καταλελειμμένης υἱότητος, πολὺ δὲ ὑποδεέστερος τοῦ πρώτου ἄρχοντος. ἔστι δὲ καὶ οὑτος ἄρρητος ὑπ’ αὐτῶν λεγόμενος.
καὶ καλεῖται ὁ τόπος οὗτος ἑβδομάς, καὶ πάντων τῶν ὑποκειμένων οὗτός ἐστι διοικητὴς καὶ δημιουργός, ποιήσας καὶ αὐτὸς ἑαυτῷ υἱὸν ἐκ τῆς πανσπερμίας καὶ αὐτὸς] ἑαυτοῦ φρονιμώτερον καὶ σοφώτερον, παραπλησίως τοῖς ἐπὶ τοῦ πρώτου λελεγμένοις.
τὸ δὲ ἐν τῷ διαστήματι τούτῳ ὁ σωρὸς αὐτός ἐστι, φησί, καὶ ἡ πανσπερμία, καὶ γίνεται κατὰ φύσιν τὰ γινόμενα ὡς #x003E; τεχθῆναι ὑπὸ τοῦ τὰ μέλλοντα λέγεσθαι ὅτε δεῖ καὶ οἶά δεῖ καὶ ὡς δεῖ λελογισμένου. καὶ τούτων ἐστὶν ἐπιστάτης ἢ φροντιστὴς ἢ δημιουργὸς οὐδείς· ἀρκεῖ γὰρ αὐτοῖς ὁ λογισμὸς ἐκεῖνος, <ὅν> ὁ οὐκ ὢν ὅτε ἐποίει ἐποίει ἐλογίζετο.
Ἐπεὶ οὖν τετέλεσται κατ᾿ αὐτοὺς ὁ κόσμος ὅλος καὶ τὰ ὑπερκοσμια καὶ ἔστιν ἐνδεὲς οὐδέν, λείπεται δὲ ἐν τῇ πανσπερμίᾳ ἡ υἱότης ἡ τρίτη, ἡ καταλελειμμένη εὐεργετεῖν καὶ εὐεργετεῖσθαι ἐν τῷ σπέρματι, καὶ ἴδει τὴν ὑπολελειμμένην υἱότητα ἀποκαλυφθῆναι καὶ ἀποκατασταθῆναι ἄνω ἐκεῖ ὑπὲρ τὸ μεθόριον πνεῦμα πρὸς τὴν υἱότητα τὴν λεπτομερῆ καὶ μιμητικὴν καὶ τὸν οὐκ ὄντα, ὡς γέγραπται, φησί· »καὶ ἡ κτίσις αὐτὴ συστενάζει καὶ συνωδίνει τὴν ἀποκάλυψιν τῶν 25 υἱῶν τοῦ θεοῦ ἐκδεχομένη«.
υἱοὶ δέ, φησίαν, ἐσμὲν ἡμεῖν οἱ πνευ- [*](6—13 vgl Χ 14, 8 — 25. S. 203, 17. 18 ff öm. 8, 19 ἡ γὰρ ἀποκαραδο τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται 22 οἴδαμεν γὰρ ὅτι πᾶσα ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν — 26 — S. 203, 3 vgl. Χ 14, 10) [*](3 ἐνετλεχείας ö.: μεγάλης Ρ, μεγαλειότητος Miller 5 αἰθέρος ö.: αἰθέρίος Ρ κεκοσμιμένων Ρ 6 τοι > Η Bernays 8 καὶ οὑτος ἄρρητος] καὶ ὁ ῥητός Bunsea 11 καὶ > Cruice, καὶ αὐτὸν Miller 14 f ὡς ἂν τ. Usener, Weihnachtsfest 2 S. 139 15 φθάσαντα Uhlhorn: φθάσαν Ρ, ἔφθασε Bunsen φθάσαν ἐλέχθη ὑπὸ — γενήσεσθαι Roeper λεχθῆναι Scott λέγεσθαι] γένεσθαι Bunsen, γενέσθαι Usener a. a. Ο. δεῖ καὶ οἶα Bernays (vgl. Jacobi S. 23): δικαιοῖ ἃ Ρ 16 λελογισμένου Bunsen: λελογισμένω Ρ 18 † ὃν Jacobi S. 23 ὁτὲ Ρ 20 δὲ] δὴ Miller 21 ἐβεργετεῖσθαι Ρ 22 καὶ ἔδει ö.: καὶ δὴ Ρ, Λαὶ δεῖ Bunsen, s. Register δεῖν 25 συνστενάζει Ρ)
ἐβασίλευσε γὰρ ὁ μέγας ἄρχων ὁ ἔχων τὸ τέλος αὐτοῦ μέχρι στερεώματος, νομίζων αὐτὸς εἶναι θεὸς μόνος καὶ ὑπὲρ αὐτὸν εἶναι μηδέν· πάντα γὰρ ἠν φυλασσόμενα ἀποκρύφῳ σιωπῇ. τοῦτο, φησίν, ἐστὶ τὸ μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, ἀλλὰ ἦν ἐν ἐκείνοις τοῖς χρόνοις βασιλεὺς καὶ κύριος, ὡς ἐδόκει, τῶν ὅλων ὁ μέγας ἄρχων, ἡ ὀγδοάς.
ἠν δὲ καὶ τούτου τοῦ διαστήματος βασιλεὺς καὶ κύριος ἡ ἑβδομάς, καὶ ἔστιν ἡ μὲν ὀγδοὰς ἄρρητος, ῥητὸν δὲ ἡ ἐβδομάς. οὑτός ἐστι φησίν, ὁ τῆς ἑβδομάδος ἄρχων ὁ λαλήσας τῷ Μωϋσῇ καὶ εἰπών· »ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ τὸ ὄνομα τοῦ θεοῦ οὐκ ἐδήλωσα αὐτοῖς« — οὕτως γὰρ θέλουσι γεγράφθαι —, τουτέστι τοῦ ἀρρήτου τῆς ὀγδοάδος ἄρχοντος θεοῦ.
πάντες οὖν οἱ προφῆται οἱ πρὸ τοῦ σωτῆρος, φησίν, ἐκεῖθεν ἐλάλησαν. ἐπεὶ οὖν ἔδει ἀποκαλυφθῆναι, φησίν, ἡμᾶς τὰ τέκνα τοῦ θεοῦ, περὶ ὡν ἐστέναξε, φησίν, ἡ κτίσις καὶ ὤδινεν ἀπεκδεχομένη τὴν ἀποκάλυψιν, ἦλθε τὸ εὐαγγέλιον εἰς τὸν κόσμον καὶ διῆλθε διὰ πάσης ἀρχῆς καὶ ἐξουσίας #x003E; κυριότητος #x003E; παντὸς ὀνόματος ὀνομαζομένου·
ἠλθε δὲ ὄντως, #x003E; οὐδὲν κατῆλθεν ἄνωθεν οὐδὲ ἐξέστη ἡ μακαρία υἱότης ἐκείνου τοῦ ἐπερινοήτου καὶ μακαρίου οὐκ ὄντος θεοῦ. ἀλλὰ γὰρ καθάπερ ὁ νάφθας ὀ Ἰνδικὸ ὀφθεὶς μόνον ἀπὸ πάνυ πολλοῦ διαστήματος συνάπτει πῦρ, οὕτω κάτωθεν ἀπὸ τῆς ἀμορφίας τοῦ σωροῦ διήκουσιν οἱ δυνάμεις μέχρις ἄνω τῆς υἱότητος.
ἅπτει μὲν γὰρ καὶ λαμβάνει τὰ νοήματα κατὰ τὸν νάφθαν τὸν Ἰνδικόν, οἶον ἅφθας τις ὢν ὁ τοῦ μεγάλου τῆς ὀγδοάδος ἄρχοντος υἱὸς ἀπὸ τῆς μετὰ τὸ μεθόριον μακαρίας υἱότητος. ἡ γὰρ ἐν μέσω τοῦ ἁγίου πνεύματος ἐν τῷ μεθορίῳ τῆς υἱότητος δύναμις ῥέοντα καὶ φερόμενα τὰ νοήματα τῆς υἱότητος μεταδίδωσι τῷ υἱῷ τοῦ μεγάλου ἄρχοντος.
[*](3 Rom. 5, 13. 14 ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ .... ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωυσέως — 5 f Deut. 32, 39; Jes. 45, 5 — 7f vgl. Ephes. 3, —5; Kol. 1, 26. 27 — 12 Exod. 6, 2. 3, vgl. VI 36, 2 — 15 15 f Hebr. 1, 1 und Mattb. 11, 13? — —18 Rom. 8, 19. 22, vgl. VI 35, 2 — 19 f vgl. Ephes. 1, 21 — 23 vgl. zu S. 115, —22 — 28f Ephes. 1, 21)[*](1 <πρὸς τὸ> διακοσμῆσαι Cruice, vgl. S. 207, 26. 208, 3, doch s. 2 κάτω ö.: κατὰ Ρ, τὰς Bunsen 19 † καὶ Miller 20 † καὶ Bansen ὄντως Uhlhorn S. 29: οὕτως Ρ καίτοι Uhlhorn: καὶ Ρ, καίπερ ö. 23 ἄψας Ρ . 24 διήκησιν Ρ 25 ἄνω μέχρις Jacobi S. 28 26 νάφθαν Miller: ἄφθαν Ρ ἅφθας ö.: ἄφθας Ρ, νάφθας Miller 29 φερόμενον Ρ)Ἠλθεν οὖν τὸ εὐαγγέλιον πρῶτον ἀπὸ τῆς υἱότητος, φησίν, διὰ τοῦ παρακαθημένου τῷ ἄρχοντι υἱοῦ τὸ] πρὸς τὸν ἄρχοντα, καὶ ἔμαθεν ὁ ἄρχων, ὅτι οὐκ ἦν θεὸς τῶν ὅλων, ἀλλ᾿ ἦν γεννητὸς καὶ ἔχων αὐτοῦ ὑπεράνω #x003E; τοῦ ἀρρήτου καὶ κατονομάστου οὐκ ὄντος καὶ τῆς υἱότητος κατακείμενον θησαυρόν, καὶ ἐπέστρεψε καὶ ἐφοβήθη, συνιεὶς ἐν οἴᾳ ἦν ἀγνοίᾳ.
τοῦτό ἐστι, φησίν, τὸ εἰρημένον· ἀρχὴ σοφίας φόβος κυρίου«. ἤρξατο γὰρ σοφίζεσθαι κατηχούμενος ὑπὸ τοῦ παρακαθημένου Χριστοῦ, διδασκόμενος τίς έστιν ὁ οὐκ ὤν, τίς ἡ υἱότη̣ς, τί τὸ ἅγιον πνεῦμα, τίς ἡ τῶν ὅλων κατασκευή, ποῦ ταῦτα ἀποκατασταθήσεται· αὕτη ἐστὶν ἡ σοφία <ἡ> ἐν μυστηρίῳ λεγομένη.
περὶ ἡς, φησίν, ἡ γραφὴ λέγει· »οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος‘. κατηχηθεὶς οὐν, φησίν, ὀ ἄρχων καὶ διδαχθεὶς καὶ φοβηθεὶς ἐξωμολογήσατο περὶ ἁμαρτίας. ἧς ἐποίησε μεγαλύνων ἑαυτόν.
τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκν, ὑπὲρ ταύτης ἐξομολογήσομαι εἰς τὸν αἰῶναι«. ἐπεὶ οὐν κατήχητο μὲν ὀ μέγας ἄρχων, κατήχητο δὲ καὶ δεδίδακτο πᾶσα ἡ τῆς ὀγδοάδος κτίσις καὶ ἐγνωρίσθη τοῖς ἐπουρανίοις τὸ μυστήριον, ἔδει λοιπὸν καὶ ἐπὶ τὴν ἑβδομάδα ἐλθεῖν τὸ εὐαγγέλιον, ἴνα καὶ ὁ τῆς ἑβδομάδος παραπλησίως ἄρχων διδαχθῇ καὶ εὐαγγελισθήσεται.
ἐπέλαμψεν #x003E; ὁ υἱὸς τοῦ μεγάλου ἄρχοντος τῷ υἱῷ τοῦ ἄρχοντος τῆς ἑβδομάδος τὸ φῶς. ὃ εἶχεν ἄψας αὐτὸς ἄνωθεν ἀπὸ τῆς υἱότητος, καὶ ἐφωτίσθη ὁ υἱὸς τοῦ ἄρχοντος τῆς ἑβδομάδος, καὶ εὐηγγελίσατο τὸ εὐαγγέλιον τῷ ἄρχοντι τῆς ἑβδομάδος, καὶ ὁμοίως κατὰ τὸν πρῶτον λόγον καὶ αὐτὸς ἐφοβήθη καὶ ἐξωμολογήσατο.
ἐπεὶ οὖν καὶ τὰ ἐν τῇ ἑβδομάδι πάντα πεφώτιστο καὶ διήγγελτο τὸ εὐαγγέλιον αὐτοῖς — κτίσεις γάρ εἰσι κατ᾿ αὐτὰ τὰ διαστήματα καὶ] κατ᾿ αὐτοὺς [*](1—7 Clemens Strom. ΙΙ 35, 5. 36, 1 S. 131, 28 ff St. ὅθεν »ἀρχὴ σοφίας φόβος θεοῦ« θείως λέλεκται. ἐνταῦθα οἰ ἀμφὶ Βασιλείδην τοῦτο ἐξηγούμενοι τὸ ῥητὸν αὐτόν φασιν Ἄρχοντα ἐπακούσαντα τὴν φάσιν τοῦ διακονουμένου πνεύματος ἐκπλαγῆναι τῷ τε ἀκούσματι καὶ τῷ θεάματι παρ’ ἐλπίδας εὐηγγελισμένον, καὶ τὸν ἔκπληξιν φόβον κληθῆναι — 7 Psal. 110, 10; Prov. 1, 7. 9, 10, vgl. VI 32, 7 — 11 Ι Kor. 2, 13 — 15 Psal. 31. 5 frei wiedergegeben — 18 vgl. Ephes. 3, 9f) [*](2 τὸ > Jacobi S. 29 4 ἔχων ὑπεράνω ἑαυτοῦ τὸν τοῦ Roeper ö.: τὸν Ρ, > Uhlhorn S. 29 ὑπὲρ ἄνω Ρ † τὸν UKlhorn κατονομάστου 9 ἡ 2 Miller: ὁ Ρ ποῦ] πῶς? Bunsen 10 † ἡ Cruice 13 ἐξομολογήσατο Ρ 19 εὑδοάδα Ρ 21 † οὖν ö. 22 εὑδομάδος Ρ, so auch im Folgenden ἅψας Ρ αὐτὸς Miller: αὐτοὺς Ρ 25 ἐξομολογήσατο Ρ 27 κατὰ τὰ Cruice καὶ > Miller, καὶ κατ᾿ αὐτοὺς τοὺς τόπους τῶν ἀρχόντων> Uhlhorn 8, 25)
ἀλλ’ ἐπεί, φησίν, ταῦθ’ οὕτως ἐγένετο, ἔδει λοιπὸν καὶ τὴν ἀμορφίαν καθ’ ἡμᾶς φωτισθῆναι καὶ τῇ υἱότητι τῇ ἐν τῇ ἀμορφίᾳ καταλελειμμένῃ οἱονεὶ ἐκτρώματι ἀποκαλυφθῆναι μυστήριον, ὃ ταῖς προτέραις γενεαῖς οὐκ ἐγνωρίσθη, καθὼς γέγραπται, φησίν· »κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον«, στήριοην«, καί »ἤκουσα ἄρρητα ῥήματα, ἂ οὐκ ἐξὸν ἀνθρώπῳ εἰπεῖν«.
κατῆλθεν #x003E; ἀπὸ τῆς ἑβδομάδος τὸ φῶς, τὸ κατελθὸν ἀπὸ τῆς ὀγδοάδος ἄνωθεν τῷ υἱῷ τῆς εβδομάδος, ἐπὶ τὸν Ἰησοῦν τὸν υἱὸν τῆς Μαρίας, καἰ ἐφωτίσθη συνεξαφθεὶς τῷ φωτὶ τῷ λάμψαντι εἰς αὐτόν.
τοῦτό ἐστι, φησί, τὸ εἰρημένον »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ‘, τὸ ἀπὸ τῆς υἱότητος διὰ τοῦ μεθορίου πνεύματος ἐπὶ τὴν ὀγδοάδα καὶ τὴν ἑβδομάδα διελθὸν μέχρι τῆς Μαρίας, »καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι«, ἡ δύναμις τῆς κρίσεως ἀπὸ τῆς ἀκρωρείας ἄνωθεν #x003E; τοῦ δημιουργοῦ μέχρι τῆς κτίσεως, ὅ ἐστι τοῦ υἱοῦ.
μέχρι δὲ ἐκείνου φησὶ συνεστηκέναι τὸν κόσμον οὕτως, μέχρις οὑ πᾶσα ἡ υἱότης ἡ καταλελειμμένη εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς ἐν ἀμορφίᾳ καὶ εὐεργετεῖσθαι διαμορφουμένη κατακολουθήσῃ τῷ Ἰησοῦ καὶ ἀναδράμῃ καὶ ἔλθῃ ἀποκαθαρισθεῖσα· καὶ γίνεται λεπτομερεστάτη ὡς δύνασθαι δέ αὑτῆς ἀναδραμεῖν ὥσπερ ἡ πρώτη. πᾶσαν γὰρ ἔχει τὴν δύναμιν συνεστηριγμένην φυσικῶς τῷ φωτὶ τῷ λάμψαντι ἄνωθεν κάτω.