Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
τὸ μὲν οὖν λεπτομερὲς εὐθέως πρῶτον ἅμα τῷ γενέσθαι τοῦ σπέρματος τὴν πρώτην καταβολὴν ὑπὸ τοῦ <οὐκ> ὄντος διέσφυξε καὶ ἀνῆλθε καὶ ἀνέδραμε κάτωθεν ἄνω ποιητικῷ τινι χρησάμενον τάχει [*](7 vgl. Psal. 32, 9. 148, 5 — 9 Gen. — 14 Job. 1, 9 — —19 vgl. S. 197, 9 — —23 vgl. Χ 14, 2 Anf. — — S. 199, 10 vgl. X 14, —4 — 30 διέσφυξε vgl. S. 97, 26) [*](1 ἐπεὶ] ἔτι? We. 2 τὸ (so) Ρ: τι als Text von Ρ falsch Miller 4 ποία2 We. 5 ὑλικῆς ὑποθέσεως Bernays 8 ὡς ö.: ὃ Ρ 11 τὸ λεγόμενον Roeper 12 f λόγος ἐλεχθεὶς Ρ 20 ἐκεῖνοι λέγουσιν > Cruice 22 οὐκ ὄντα Η οὐκ ὂν Ρ 24 τὸ ö.: ὃ Ρ 25 αὐτῶ Uhlhorn S. 17: ἑαυτῶ Ρ β θεομοούσιος Ρ, verb. nach Η γεννητὴ Η: γενητὴ Ρ 28 < > Η Bernays, Uhlhorn S. 17 30 † οὐκ Η Uhlhorn S. 18 31 χρησάμενος Ρ)
ἡ δὲ παχυμερεστέρα ἔτι μένουσα ἐν τῷ σπέρματι, μιμητική τις οὖσα. ἀναδραμεῖν μὲν οὐκ ἠδυνήθη· πολὺ γὰρ ἐνδεεστέρα τῆς λεπτομερείας ἡς εἶχεν ἡ δι᾿ αὑτῆς υἱότης ἀναδραμοῦσα, ἀπελείπετο.
ἐπτέρωσεν οὖν αὑτὴν ἡ υἱότης ἡ παχυμερεστέρα τοιούτῳ τινὶ πτερῶ, ὁποίῳ διδάσκα- λος ὢν Πλάτων Ἀριστοτέλους ἐν Φαίδρῳ τὴν ψυχὴν πτεροῖ, καὶ καλεῖ τὸ τοιοῦτο Βασιλείδης οὐ πτερόν, ἀλλὰ πνεῦμα ἄγιον, ὃ εὐεργετεῖ ἡ υἱότης ἐνδυσαμένη καὶ εὐεργετεῖται.
εὐεργετεῖ μέν, ὅτι καθάπερ ὄρνιθος πτερὸν αὐτὸ κατ᾿ αὐτὸ τοῦ ὄρνιθος ἀπηλλαγμένον οὐκ ἂν γένοιτό ποτε ὑψηλὸν οὐδὲ μετάρσιον, οὐδ’ οὖ ὄρνις ἀπολελυμένος τοῦ πτεροῦ οὐκ ἄν ποτε γένοιτο ὑψηλὸς οὐδὲ μετάρσιος· τοιοῦτόν τινα τὸν λόγον ἔσχεν ἡ υἱότης πρὸς τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸ πνεῦμα πρὸς τὴν υἱότητα.
ἀναφερομένη γὰρ ὑπὸ τοῦ πνεύματος ἡ υἱότης ὡς ὑπὸ πτεροῦ ἀναφέρει τὸ πτερόν, τουτέστι τὸ πνεῦμα, καὶ πλησίον γενομένη τῆς λεπτομεροῦς υἱότητος καὶ τοῦ θεοῦ τοῦ οὐκὄντος καὶ δημιουργήσαντος ἐξ οὐκ ὄντων, ἔχειν μὲν αὐτὸ μετ᾿ αὐτῆς οὐκ ἠδύνατο· ἦν γὰρ οὐχ ὁμοούσιον οὐδὲ φύσιν εἶχε μετὰ τῆς υἱότητος·