Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

λέγει δὲ ὁ Σίμων μεταφράξων τὸν νόμον Μωϋσέως ἀνοήτως τε καὶ κακοτέχνως. Μωσέως γὰρ λέγοντός, »ὅτι ὁ θεὸς πῦρ φλέγον ἐστὶ καὶ καταναλίακον«, δεξάμενος τὸ λεχθὲν ὑπὸ Μωσέως οὐκ ὀρθῶς, πῦρ εἶναι τῶν ὄλων λέγει τὴν ἀρχήν, οὐ νοήσας τὸ εἰρημένον, ὅτι ὅτι οὐ πῦρ, ἀλλὰ πῦρ φλέγον καὶ καταναλίσκον, οὐκ αὐτὸν διασπῶν μόνον τὸν νόμον Μωσέως, ἀλλὰ καὶ τὸν σκοτεινὸν Ἡράκλειτον συλαγωγῶν.

ἀπέραντον δὲ εἶναι δύναμιν ὸ Σίμων προσαγορεύει τῶν ὅλων τὴν ἀρχήν, λέγων οὔτως· »τοῦτο τὸ γράμμα ἀποφάσεως φωνῆς καὶ ὀνόματος ἐξ ἐπινοίας τῆς μεγάλης δυνάμεως τῆς ἀπεράντου. διὸ ἔσται ἐσφραγισμένον κεκρυμμένον, κεκαλυμμένον, κείμενον ἐν τῷ οἰκητηρίῳ, οὗ ἡ ῥίζα τῶν ὅλων τεθεμελίωται«.