Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
εἰ δὲ πλάσσει ὁ θεὸς ἐν μήτρᾳ μητρὸς τὸν ἅνθρωπον, τουτέστιν ἐν παραδείσῳ, ὡς ἔφην, ἔστω παράδεισος ἡ μήτραν, Ἑδὲμ δὲ τὸ χόριον, »ποταμὸς ἐκπορευόμενος ἐξ Εδὲμ ποτίζειν τὸν παράδεισον‘ ὁ ὀμφαλός. οὐτος, φησίν, »ἀφορίξεται« ὁ ὀμφαλὸς »εὶς τέσσαρας ἀπχάς«· ἑκατέρωθεν γὰρ τοῦ ἀμφαλοῦ δύο εἰσὶν ἀρτηρίαι παρατεταμέναι, ὀχετοὶ πνεύματος, καὶ δύο φλέβες, ὀχετοὶ αἵματος.
ἐπειδὰν δέ, φησίν, ἀπὸ τοῦ Ἐδὲμ χορίου ἐκπορευόμενος ὁ όμφαλὸς ἐμφυῇ τῷ γενομένῳ κατὰ τὸ ἐπιγάστριον, ὄ κοινῶς πάντες προσαγορεύουσιν ὀμφαλόν * * * αἱ δὲ δύο φλέβες, δι᾿ ὡν ῤεῖ καὶ φέρεται ἀπὸ τοῦ Ἐόὲμ τοῦ χορίου τὸ αἷμα, κατὰ τὰς καλουμένος τοῦ τοῦ ἥπατος, αἵτινες τὸ γεννώμενον τρέφουσιν·
αἱ ἀρτηρίαι, ὃς ἔφημεν ὀχετοὺς εἶναι πνεύματος, ἑκατέρωθέν περιλαβοῦσαι τὴν κύστιν κατὰ τὸ πλατὺ ὀστοῦν, πρὸς τὴν μεγάλην αυνάπτουσιν ἀρτηρίαν, τὴν κατὰ ῥάχιν καλουμένην ἀορτήν, καὶ οὕτως διὰ τῶν παραθύρων ἐπὶ τὴν καρδίαν ὁδεῦσαν τὸ πνεῦμα κίνησιν έργάξεται τῶν ἐμβρύων.
πλαττόμενον γὰρ τὸ βρέθος ἐν τῷ παραδείσῳ [*](3 1 Kor. 11, 32, vgL V 12, 7 — 4f vgl. V 9, 5E. — 9 vgl. Jes. 44, 2 ὁ πλάσας σε ἐκ κοιλίας V. 24 ὀ πλάσσων σε έκ κολλίας? — 14 14ff Gen. 2, 10, vgl. V 9, 14 — 16 ff Galen, In Hipp. De alim. Bd. XV 387 κϋην ἔστι γὰρ ἐν αὐτῷ ἀγγεῖα τέτταρα, δύο μὲν ἀρτηρίαι, δύο δὲ φλέβες μέσον έσυτῶν εχουσαι τὸν οὐραχόν .... καὶ διὰ τοὐτων οῖον ὲκ πρέμνων τινών ἐκ τῆς μήτρας ἕλκει τὸ ἔμβααυον αἱμα καὶ πνεῦμα) [*](1 τοῦ ἐπιφερομένου Ρ 6 ἀπαράλακτον Ρ τὸν μὸν ηχ. S. 459 nach S. 144, 3 7 πλάσεις Ρ, spatium hinter ά 10 πλάσων Ρ 14 χωρίον Ρ, verb. Cruice, ebenso Ζ. 18. 21 ποταμὸς <δ᾿> We. 15 ποτίζει Ρ 17 verb. ö. 18f ὲπειτα — ἐμφίεται Petersen bei ö. 19 nach έπιγάστριον Lücke Miller 20 ὃ Cruice: ὃν Ρ Lücke Gö. ö.: μὲν λαβοῦδαι Ρ)
Ὁ οὖν ποταμός, φησίν, ὁ ἐκπορευόμενος έξ Ἑδέμ εἰς τέσσαρας ἀφορίζεται ἀρχάς, ὀχετοὺς τέσσαρας, τουτέστιν εἰς τέσσαρας αἰσθήσεις τοῦ γεννωμένου. ὄρασιν, [ἀκοήν,] ὄσφρησιν, γεῦσιν καὶ ἁφήν. γὰρ ὲ́χει μόνας τὰς αὶσθήσεις ἐν τῷ παραδείσῳ πλασσόμενον τὸ παιδίον. οὺτος, θηδίν, έστὶν ὁ νόμος, ὃν ἔθηκε Μωσῆς, καὶ πρὸς τοῦτον αὐτὸν τὸν νόμον γέγραπται τῶν βιβλίων ἕκαστον, ὡς <αἱ>
δηλοῦσι. τὸ πρῶτον βιβλίον Γένεσις· ἤρκει, φησί, πρὸς γνῶσιν τῶν ὅλων ἡ ἐπιγραφὴ τοῦ βιβλίου. αὕτη γάρ. φησίν, ἐστὶν ἡ ὅρασις. εἰς ἥν όφορίζεται ποταμοῦ σχίσις ἡ μία· έθεάθη γὰρ ἀ κόσμος ἐν ὁράσει. έπιγργαφὴ βιβλίου δευτέρου Ἔζοδος· ἔδει γὰρ τὸ γεννηθέν.
τὴν Ἐρυθρὰν διοδεῦσαν θάλασσαν, ἐλθεῖν ἐπὶ τὴν ἔρημον — Ἑρυ- θρὰν δέ λέγει, φασί, τὸ αἶμα — καὶ γεύσασθαι πικρὸν ὔδωρ. πικρὸν γάρ, φηδίν, ἐοτὶ τὸ ὕδωρ τὸ μετὰ τὴν Ἑρυθρὰν θάλασσαν, ὄπερ ἐστπὶν ὁδὸς τῆς κατὰ τὸν βίον γνώσεως τῶν ἐπιπόνων ὁδευομένη καὶ πικρῶν.