Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ταῦτά ἐστι, φησί, τὰ ἄρρητα ὑπὸ πάντων λεγόμενα μυστήρια, »ἃ <καὶ λαλοῦμεν> οὐκ έν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ᾿ ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ [*](2 Joh. 10, 9 ἐγώ εἰμι ἡ θύρα, vgl. Hipp. V 9, 21; Resch, TU X 4 S. 127f — 6. 13. 21 s. das Gedicht C. 9, 8 — 8f Phil. 2, 10 — 10f Ephes. 2, 17 — 14 Matth. 23, 27, aber der Text lautet dem Justins ähnlich, s. Preuschen, Antilegomenaz S. 44 — 17 Joh. 5, 28? scbwerlicb Mattb. 27, 52f — 24 II Kor. 12, 2—4, Bearbeitung einer apokrjpben Paulusschrift? — 28 I Kor. 2, 13.) [*](4 ὁ <μὴ> Reitz. 5 ἀναγενηθῆ Ρ 6 φασί Ρ rote Randnote περὶ τί λέγεται πάπας κατὰ φρύγας Ρ 8 <φωνὴ> πάντων Reitz., <ἀπὸ> 9 πᾶε πᾶε rot über παῦε παῖε Ρ 12 <καὶ> τελείοις Reitz., <τοῖς> τελείοις 13 τὸν αὐτὸν τοῦτον Reitz., τοῦτον αὐτὸν Ρ, vgl. Z. 20f u. S. 95, 9 13f ἐγκατρορωγυγμένον ö. 28 + Λ·αὶ λαλοῦμεν Gö.)
περὶ τούτων, φησίν, εἴρηκεν ὁ σωτήρ· »οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μή τινα ἐλκύσῃ ὁ πατήρ μου ὁ οὐράνιος«. πάνυ γάρ, φησί, δύσκολόν ἐστι παραδέξασθαι καὶ λαβεῖν τὸ μέγα τοῦτο καὶ ἄρρητον μυστήριον. καὶ πάλιν, φησίν. εἴρηκεν ὁ σωτήρ· »οὐ πᾶς ὁ λέγων μοι κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ έν τοῖς οὐρανοῖς«.
ὃ δεῖ ποιήσαντας, οὐχὶ ἀκούσαντας μόνον, εἰς τὴν βασιλείαν εἰσελθεῖν τῶν οὐρανῶν. καὶ Πάλιν, φησίν, εἴρηκεν· »οἱ τελῶναι καὶ οἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν«. τελῶναι γάρ, φησίν, εἰσὶν οἱ τὰ τέλη τῶν ὅλων λαμβάνοντες, ἡμεῖς δέ, φησίν, ἐσμὲν οἱ τελῶναι, »εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε«. τέλη γάρ, φησίν, εἰσὶ τὰ ἀπὸ τοῦ ἀχαρακτηρίστου εἰς τὸν κόσμον κατεσπαρμένα σπέρματα, δι᾿ ὧν ὁ πᾶς συντελεῖται κόσμος· διὰ γὰρ αὐτῶν καὶ ἤρξατο γενέσθαι.
καὶ τοῦτό ἐστι, φησί, τὸ εἰρημένον· »ἐξῆλθεν ὁ σπείρων τοῦ σπειραι· κοὶ τὰ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, τὰ δὲ ἐπὶ τὰ πετρώδη καὶ ἐξανέτειλε«, φησί, »καὶ διὰ τὸ μὴ ἔχειν βάθος ἐξηράνθη καὶ ἀπέθανε· τὰ δὲ ἔπεσε, φησίν, ἐπὶ τὴν γῆν τὴν καλὴν καὶ ἀγαθήν, καὶ ἐποίει καρπόν ὁ μὲν ἑκατόν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα. ὁ ἔχων«, φησίν, »ὠτα ἀκούειν ἀκουέτω«. τοῦτ᾿ ἔστι, φησίν· οὐδεὶς τούτων τῶν μυστηρίων ἀκροατὴς γέγονεν εἰ μὴ μόνοι <οἱ> γνωστικοὶ τέλειοι.
αὕτη, φησίν, ἐστὶν ἡ καλὴ καὶ ἀγαθή, λέγει Μωϋσῆυς· »εἰσάξω ὑμᾶς εἰς γῆν καλὴ καλὴν καὶ ἀγαθήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι«. τοῦτο, φησίν, ἐστὶ τὸ μέλι καὶ τὸ γάλα, οὖ γευσαμένους τοὺς τελείους ἀβασιλεύτους γενέσθαι καὶ μετασχεῖν τοῦ πληρώματος. τοῦτο, φησίν, ἐστὶ τὸ πλήρωμα, δι᾿ οὑ πάντα #x003E; γινόμενα γεννητὰ ἀπὸ τοῦ ἀγεννήτου γέγονέ τε καὶ πεπλήρωται.