Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
καὶ τοῦτο εἶναί φησι τὸ λεγόμενον· πᾶν τὸ πλήρωμα εὐδόκησε κατοικῆσαι ἐν αὐτῷ σωματικῶς, καὶ πᾶσά ἐστιν ἐν αὐτῷ ἡ θεότης‘ τῆς οὕτω διῃρημένης τριάδος. κατενηνέχθαι γάρ φησιν ἀπὸ τῶν ὑπερκειμένων κόσμων δύο, τοῦ τε ἀγεννήτου καὶ τοῦ αὐτογενοῦς, εἰς τοῦτον τὸν κόσμον, ἐν ᾦ ἐσμεν ἡμεῖς. παντοίων δυνάμεων σπέρματα.
τίς δέ ἐστιν ὁ τρόπος τῆς καταβάσεως αὐτῶν, ὕστερον ἐροῦμεν. κατεληλυθέναι οὖν φησι τὸν Χριστὸν ἄνωθεν ἀπὸ τῆς ἀγεννησίας, ἵνα διὰ τῆς καταβάσεως αὐτοῦ πάντα σωθῇ τὰ τριχῇ διῃρημένα. τὰ μὲν γάρ, φησίν, ἄνωθεν κατενηνεγμένα κάτω ἀνελεύσεται δι᾿ αὐτοῦ· τὰ δὲ ἐπιβουλεύσαντα τοῖς κατενηνεγμένοις ἄνωθεν ἀφίεται καὶ κολάσθέντα ἀπολέγεται. τοῦτό ἐστι. φησί, τὸ εἰρημένον· »οὐ γὰρ ἠλθεν ὁ υἱὸς τοῦ ἀνθρώπους εἰς τὸν κόσμον, ἀπολέσαι τὸν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ αὐτοῦ‘. κόσμον, φησί, καλεῖ τὰς δύο μοίρας τὰς ὑπερκειμένας, τήν τε ἀγέννητον καὶ τὴν αὐτογέννητον. ὅταν δὲ λέγῃ, φησίν, »ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν‘ ἡ γραφή, τὴν τρίτην μοῖραν λέγει τοῦ κόσμου τοῦ ἰδικοῦ. τὴν μὲν γὰρ τρίτην δεῖ φθαρῆναι, ἣν καλεῖ κόσμον, τὰς δὲ δύο τῆς φθορᾶς ἀπαλλαγῆναι τὰς ὑπερκειμένας.
Μάθωμεν οὐν πρῶτον, πῶς ταύτην τὴν διδαχὴν παρὰ τῶν ἀστρολόγων εἰληφότες ἐπηρεάζουσι Χριστόν, ἐργαζόμενοι φθορὰν τοῖς ἑπομένοις αὐτοῖς ἐν τῇ τοιαύτῃ πλάνῃ. οἱ γὰρ ἀστρολόγοι ἕνα τὸν κόσμον εἰρηκότες διαιροῦσιν αὐτὸν εἰς τά ἀπλανῆ τῶν ζῳδίων μέρη δώδεκα, καὶ καλοῦσι τὸν κόσμον τῶν ζῳδίων τῶν ἀπλανῶν ἴνα κόσμον ἀπλανῆ· ἕτερον δὲ εἶναι τὸν τῶν πλανωμένων καὶ δυνά- [*](2 ὕστερον ἐροῦμεν] § 6 — 3 τριδύναμον] vgl. C. Schmidts Regieter zu den Koptisch-gnostisclieii Schriften I 381 — 6f Kol. 2, 9 ὅτι ἐν αὐτῷ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς 1, 19 ὅτι ἐν αὐτῷ εὐδόκησεν πᾶν τὸ πλήρωμα κατοικῆσαι, vgl. Vm 13, 2 — 11 ἐροῦμεν] C. 17 — —18 Joh. 8, 17 οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον κτλ. — 20 Ι Kor. 11. 32) [*](1 + τῆς Η ö. πρώτης Η Bemays: πρὸ τῆς Ρ 3 τρισώματον Η ö.: τρίσωμον Ρ 8 γάρ] δὲ Η Bemays 9 ἀγενήτου Ρ 12 ἀγενησίας Ρ 15 ἀφίεται καὶ ö.: ἀφίει καὶ Ρ, ἀφιεῖ εἰκῆ καὶ Η, ὀφιοειδῆ Bernays, ἀφίεται δίκ[Η καὶ We. 21 τὸν κόσμον τὸν ἰδικὸν Bemars εἰδικοῦ Cruice)
λαμβάνειν δὲ κόσμον ἀπὸ κόσμου δύναμίν τινα καὶ μετουσίαν, καὶ μετέχειν ἀπὸ τῶν ὑπερκειμένων τὰ ὑποκείμενα. ἵνα δὲ ἔσται τὸ λεγόμενον ἐμφανές, αὐταῖς ἐκείναις ταῖς τῶν ἀστρολόγων ἐκ μέρους χρήσομαι φωναῖς ὑπομνήσων τοὺς ἐντυγχάνοντας τὰ προειρημένα ἐν τῷ τόπῳ, οὗ ἐξεθέμεθα τὴν τῶν ἀστρολόγων πᾶσαν τέχνην.
ἃ μὲν οὖν ὡς] ἐκείνοις δοκεῖ, ἔστι τάδε· ἀπὸ τῆς τῶν ἄστρων ἀπορροίας τὰς γενέσεις τῶν ὑποκειμένων ἀποτελεῖσθαι. περιεργότερον γὰρ ἀνα- βλέφαντες εἰς τὸν οὐρανὸν οἱ Χαλδαῖοι ἔφασαν δραστικῶν μὲν αἰ τιῶν ἐπέχειν λόγον εἰς <τὸ> ἕκαστον τῶν καθ’ ἡμᾶς συμβαινόντων <ἐκβαίνειν τοὺς ἐπτὰ ἀστέρας> συνεργεῖν δὲ τὰ τῶν μέρη.