Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

λόγον δὲ εἶναι παρὰ τοῖς Ἕλλησιν ἀκούομεν τὸν Ἑρμῆν. φησὶ δὲ Ἄρατος περὶ τῆς κατασκευῆς τῆς λύρας·

  • τὴν δ᾿ ἀρ᾿ ἔτι καὶ παρὰ λίκνῳ
  • Ερμείης ἐτόρησε, λύρην δ’ εἶπεν καλέεσθαι.
  • ἑπτάχορδός ἐστι, διὰ τῶν ἑπτὰ χορδῶν τῆν πᾶσαν ἁρμονίαν καὶ κατα- [*](1 ff V. 63–67 τῇδ’ αὐτοῦ μογέοντι κυλίνδεται ἀνδρὶ εἴδωλον. τὸ μὲν οὔτις ἐπίσταται ἀμφαδὸν εἰπεῖν, οὐδ᾿ ὅτινι κρέμαται κεῖνος πόνῳ, ἀλλά μιν αὕτως, Ἐγγόνασιν καλέουσι. τὸ δ᾿ αὖτ᾿ ἐν γούνασι κάμνον ὀκλάζοντι ἔοικεν. 73 κεκμηότος εἰδώλοιο — 7 über die mythologisclien Deutungen des Ἐγγόμνασιν s. Eratosthenes Catast. S. 4 01., 62ff. Rob.; Comm. in Aratum p. 190. 353 Maaß; Fr. Boll, Sphära S. 123 — 8. 71, 3 Gen. 3, 15 — 11 Arat V. 70 — 12f über die Stellung des Engonasin zwischen Leier und Kranz s. Boll, Sphära S. 99 ff und Tafel I — 14 S. 71,9 Arat V. 68 χεῖρες ἀείρονται· — 14f Comm. in Aratum 393, 17 σφόδρα νήπιος ὢν καὶ βραχὺς ὁ Ἑρμῆς τὴν κιθάραν κατεσκεύσεν — 17 Arat V. 268. 269 — 20 Comm. in Aratum 394, 3. 4 ἑπτάχορδος, vgl. 231, 1; Lucian, De astrol. 10 ἡ δὲ λύρη ἑπτάμιτος ἐοῦσα τὴν τῶν κινεομένων ἀστέρων ἁρμονίην συνεβάλλετο (Eratosthenes Catasterismi S. 28 01,, 138 f Rob.)) [*](1 ἰδέα Miller: εἰ δὲ 4 τοῦτο #x003E; We. 9 ὗτος Ρ 11 ποδὸς ἄκρον ἔχει Arat, vgl. V 16, 15 12 παρὰ τὸ τετάχθαι falsch als Text von Ρ Miller τῷ] τὸ Ρ 13 ἐκτετακέναι We. 14 εἰδέναι Ρ 16 λόγον Scott: λόγω Ρ 16f ἀκουόμενον Ρ, verb. Diels, καλούμενον Scott, τὸν παρὰ τοῖς Ἕλλησι καλούμενον Ερμῆν We. 18 τὴν δ᾿ ἀρετὴν Ρ 19 ἑτέρησε Ρ Γε μιν εἶπε λέγεσθαι Arat εἶπε Ρ)
    71
    σκευὴν ἐμμελῶς ἔχουσαν τοῦ κόσμου <σημαίνουσα> ἐν ἓξ γὰρ ἐγένετο ὁ κόσμος, καὶ τῇ ἑβδόμῃ καταπέπαυται.

    εἰ οὖν, φησίν, ἐξομολογούμενος ὁ Ἀδὰμ καὶ τὴν κεφαλὴν φυλάσσων τοῦ θηρίου κατὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἐκμιμήσεται τὴν λύραν, τουτέστι κατακολουθήσει τῷ <λόγῳ> τοῦ θεοῦ, τοῦτ᾿ ἔστι πειθόμενος νόμῳ, παρακείμενον αὐτῷ τὸν στέφανον λήψεται. ἐὰν δὲ ἀμελήσῃ, συγκατενεχθήσεται τῷ ὑποκειμένῳ θηρίῳ, καὶ τὸ μέρος ἕξει, φησί, μετὰ τοῦ θηρίου.

    ἔοικε δὲ ὁ Ἐν γόνασιν ἑκατέρωθεν ἐπιβάλλειν τὰς χεῖρας, καὶ τοῦτο μὲν τῆς Λύρας, τοῦτο δὲ <τοῦ> Στεφάνου ἐφάπτεσθαι, τοῦτο δὲ ἐξομολογεῖσθαι, ὡς ἔστιν ἰδεῖν δι᾿ αὐτοῦ τοῦ σχήματος· ἐπιβουλεύεται δὲ ὁμῶς καὶ ἀποσπᾶται ὁ στέφανος αὐτοῦ ὑπ’ ἄλλου θηρίου, μικροτέρου δράκοντος, ὅ ἐστι γέννημα τοῦ φυλασσομένου ὑπὸ τοῦ Ἐν γόνασι τῷ ποδί.

    ἄνθρωπος δὲ ἕστηκεν ἑκατέραις ταῖς χερσὶ καρτερῶς κατασφίγγων καὶ εἰς τὰ ὀπίσω ἕλκων ἀπὸ τοῦ Στεφάνου τὸν ὄφιν καὶ οὐκ ἐᾷ ἐφάπτεσθαι βιαζόμενον τοῦ Στεφάνου τὸ θηρίον· Ὀφιοῦχον δὲ αὐτὸν ὁ Ἄρατος καλεῖ, ὅτι κατέχει τὴν ὁρμὴν τοῦ ὄφεως ἐπὶ τὸν στέφανον ἐλθεῖν πειρωμένου.

    λόγος δέ, φησίν, ἐστὶ σχήματι ἀνθρώπου ὁ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸ θηρίον, οἰκτείρων τὸν ἐπιβουλευόμενον ὑπὸ τοῦ δράκοντος ὁμοῦ καὶ τοῦ γεννήματος ἐκείνου.

    αὐταὶ δὲ αἱ Ἄρκτοι, φασίν, ἑβδομάδες εἰσὶ δύο, ἐξ ἐπτὰ ἀστέρων συγκείμεναι, δισσῶν κτίσεων εἰκόνες. πρώτη γάρ, φησίν, κτίσις ἡ κατὰ τὸν Ἀδὰμ ἐν πόνοις, <ὅ ἐστιν> ὁ ἐν γόνασιν ὁρώμενος· δευτέρα δὲ κτίσις ἐστὶν ἡ κατὰ Χριστόν, δι᾿ ἧς ἀναγεννώμεθα, ὅ ἐστιν ὁ Ὀφιοῦχος ἀνταγωνιζόμενος τῷ θηρίῳ καὶ κωλύων ἐπὶ τὸν στέφανον ἐλθεῖν τὸν ἡτοιμασμένον τῷ ἀνθρώπῳ.