Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀγνοοῦντες οὖν τὴν ποσότητα τοῦ χρόνου κατὰ τὸ ἀκριβὲς οἱ Χαλδαῖοι οὐδέποτε τὴν σύλληψιν καταλήψονται, τοῦ σπέρματος ὁτὲ μὲν εὐθυβολουμένου καὶ αὐτοῖς προσπίπτοντος ὑφ᾿ ἓν τοῖς εὐφυῶς ἔχουσι πρὸς σύλληψιν τῆς μήτρας<τόποις, <τόποις, , πολυσπόρως ἐμπίπτοντος, ὑπ’ αὐτῆς δὲ τῆς ἐν τῇ μήτρᾳ> <εἰς ἕνα τόπον συνάγεσθαι δυναμένου> ἀγνώστων γίνεται τὸ πρῶτον καὶ πότε τὸ δεύτερον, πόσος τε ὁ εἰς ἐκείνην τὴν σύλληψιν ἀναλισκόμενος χρόνος καὶ πόσος <ὁ> εἰς ταύτην· δὲ τούτων ἠρται καὶ ἡ πρὸς ἀκρίβειαν τῆς συλλήψεως κατάληψις·

εἴπερ γε, ὥς τινες τῶν φυσικῶν εἰρήκασιν, ἑψόμενον πρῶτον καὶ προμεταβαλλόμενον ἐν μήτρᾳ τὸ σπέρμα τότε προσέρχεται τοῖς ἀναστομωθεῖσιν αὐτῆς ἀγγείοις, καθάπερ τῇ γῇ τὰ τῆς γῆς σπέρματα· ὅθεν οἱ μὴ ειδότες τὴν ποσότητα τοῦ τῆς μεταβολῆς χρόνου οὐκ εἴσονται οὐδὲ τὸν τῆς συλλήψεως καιρόν.