Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
ἐπὶ μὲν γὰρ τῆς ἀποτέξεως ἡ ἀναφορὰ τοῦ κατ᾿ οὐρανὸν ἀνίσχοντος ζῳδίου τετηρήσθω, ἐπεὶ τὸ ὡροσκοποῦν ὀρισάμενοι οἱ Χαλδαῖοι ἐπὶ τὴν ἀναφορὰν τὸν <συ> σχηματισμὸν τῶν ἄστρων ὅπερ ὅπερ καλοῦσιν, ἐφ’ ᾧ τὰς προαγορεύσεις δογματίζουσιν. οὔτε δὲ τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πιπτόντων λαμβάνειν δυνατόν ἐστιν, ὡς παραστήσω, οὔτε τὸ ὡροσκόπιον ἀπλανὲς καθέστηκεν, οὔτε τὸ ἀνίσχον ζῴδιον πρὸς ἀκρίβειαν καταλαμβάνεται.
πῶς οὖν ἀσ<ύσ> τατος ἡ τῶν Χαλδαίων μέθοδος, νῦν λέγωμεν. τὴν γένεσιν τῶν ὑπὸ τὴν ἐπίσκεψιν πεσουμένων πρότερον ὁρίσαντες ἐπιζητεῖν ἤτοι ἀπὸ τῆς τοῦ σπέρματος καταβολῆς καὶ συλλήψεως λαμβάνουσιν ἢ ἀπὸ ἐκτέξεως.