Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τὸ δὲ τοῖς ὠσὶ παρατεθὲν ὄργανόν ἐστι φυσικὸν ὄργανον, τῶν μακροτραχήλων γεράνων ἢ πελαργῶν ἢ κύκνων ἀρτηρία. ὧν εἰ μηδέτερον παρῇ, ἔστι καὶ ἕτερα τέχνης ὄργανα· αὐλίσκοι γάρ τινες χάλκεοι τὸν ἀριθμὸν δέκα εἰς ἀλλήλους χωροῦντες, εἰς στενὸν ἀπολήγοντες εὐάρμοστοι γίνονται, δι᾿ ὧν πρὸς τὸ οὖς ὅσα θέλει φθέγγεται. καὶ ταῦτα ὁ παῖς κατακούων ἐμφόβως ὡς ὑπὸ δαιμόνων λαλούμενα κελευσθεὶς ἀποφθέγγεται.

εἰ δὲ καὶ σκύτος τις ῥάβδῳ περιθεὶς ὑγρὸν ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ <καὶ> ἀποσπάσας τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκύτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐντείνας, τὰ ὅμοια ἐνεργεῖ.