Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
γεγονέναι οὖν φησι τὸν κόσμον Μωϋσῆς ἐν ἓξ ἡμέραις, τουτέστιν ἐν ἓξ δυνάμεσιν, ἐξ ὡν ὁ κόσμος ἀπὸ τῆς κεραίας γέγονε τῆς μιᾶς. οἵ τε γὰρ κύβοι καὶ τὰ ὀκτάεδρα καὶ αἱ πυραμίδες καὶ πάντα τὰ τούτοις παραπλήσια σχήματα [ἴσα ἦν], ἐξ συνέστηκε πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἀπὸ τῶν ἀριθμῶν γεγόνασι κατειλημμένων ἐν ἐκείνῃ τῇ ἁπλῇ τοῦ ἰῶτα κεραίᾳ, ἥτις ἐστὶν υἱὸς ἀνθρώπου.
ὅταν οὖν, φησί, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην εἰς Αἴγυπτον, τὰ πάθη καταλέγει, τὸν κόσμον τοῦ ἰῶτα ἀλληγορουμένως, οὐδὲ πλείονα τῶν δέκα παθῶν ἐσχημάτισεν.
εἰ δέ, φησί, θέλεις ἐπιγνῶναι τὸ πᾶν, ἐν σεαυτῷ ζήτησον τίς ὁ λέγων· ἡ ψυχή μου, ἡ σάρξ μου, ὁ νοῦς μου, καὶ ἓν ἔκαστον κατιδιοποιούμενος ὡς ἔτερος αὑτῷ· τοῦτον νόει τέλειον ἐκ τελείου, πάντα ἴδια οὐκ ὄντα τὰ καλούμενα καὶ τὰ πάντα ὄντα. ταῦτα μὲν οὖν καὶ Μονοΐμῳ δοκεῖ.
Τατιανὸς δὲ παραπλησίως τῷ Οὐαλεντίνῳ καὶ τοῖς ἑτέροις φησὶν αἰῶνας εἶναί τινας ἀοράτους, ἐξ ὡν ὑπό τινος κάτω τὸν κόσμον δεδημιουργῆσθαι καὶ τὰ ὄντα. κυνικωτέρῳ δὲ βίῳ ἀσκεῖται καὶ σχεδὸν οὐδὲν Μαρκίωνος ἀπεμφαίνει πρός τε τὰς δυσφημίας καὶ τὰς περὶ γάμων νομοθεσίας.
Μαρκίων δὲ ὁ Ποντικὸς καὶ Κέρδων ὁ τούτου διδάσκαλος καὶ αὐτοὶ ὁρίζουσιν εἶναι τρεῖς τὰς τοῦ παντὸς ἀρχάς, ἀγαθόν, δίκαιον, [*](2—10 vgl. S. 233, 20—234, 3 — 10—14 vgl. S. 235, 14—17 der Vorlage genommen — 16 — 20 vgl. S. 236, 6—11. — Ζ. 18f neu — 21 280, 16 sind nicht die früheren Capitel VII 29. 37 benutzt, sondern eine Vorlage. Bousset, Hauptprobleme S. 110 nimmt Verwechslung mit Prepon (VII 31) an, doch s. Dionysios von Rom bei Athan. De decr. Nie. Syn. 26 und Tert. Adv. Marcionem 115 S. 316, 6 Kr. — 22 —S. 280,2 vgl. S. 216, 19 md Theodoret I 24 S, 373 BC (Migne)) [*](1 ὅσα καὶ > Gö. αὐτή Ρ: ἐν ἑαυτῇ Gö. nach Η 5 ἴσα ἦν P: Miller, ἰσεπιφανῆ Roeper 7 ἁπλῇ Η: διπλῆ Ρ 8 λέγει Ρ 8f εἰς τὰ πάθη τὰ κατὰ τὴν Αἴγυπτον Η, εἰς τὰ κατὰ τὴν Αἴγ. πάθη Roeper, εἰς τὰ κατ’ Αἴγυπτον πάθη Scott 9 τὰ πάθη κ. τοῦ κόσμου τῷ ἰῶτα ἀλλ. Miller λέγει τὸν κόσμον τοῦ ἰῶτα ἀλληγορουμένως Scott 9f ἀλληγορούμενον ὡς οὐδὲ Gö. 10 τῶν δέκα Bernays (vgl. Η): πλειόνων δὲ Ρ 13 αὐτῶ Ρ 16 Titel τατιανός rot Ρ 17 ἀοράτους Iren.: παρὰ τοὺς Η, ποτὲ τοὺς Ρ ἐξ ὧν Gö.: ἐκ τῶν τῶν> κάτω Sauppe 18 ἀσκεῖται καὶ Gö.: ἀσκεῖσθαι Ρ 19 τὰς] 21 statt Titel Lücke von 9 Buchst. Ρ 22 τοῦ] τοὺς P)
οἱ δὲ πάντες τὸν μὲν ἀγαθὸν οὐδὲν ὅλως πεποιηκέναι, τὸν δὲ δίκαιον οἱ μὲν τὸν πονηρόν, οἱ δὲ μόνον δίκαιον ὀνομάζουσι, πεποιηκέναι δὲ τὰ πάντα φάσκουσιν ἐκ τῆς ὑποκειμένης ὕλης· πεποιηκέναι γὰρ οὐ καλῶς, ἀλλ᾿ ἀλόγως·
ἀνάγκη γὰρ τὰ γενόμενα ὅμοια εἶναι τῷ πεποιηκότι. διὸ καὶ ταῖς παραβολαῖς ταῖς εὐαγγελικαῖς οὕτως χρῶνται λέγοντες· οὐ δύναται δένδρον καλὸν καρποὺς πονηροὺς ποιεῖν καὶ τὰ ἑξῆς, εἰς τοῦτο φάσκων εἰρῆσθαι τὰ ὑπ᾿ αὐτοῦ κακῶς νομιζόμενα. τὸν δὲ Χριστὸν υἱὸν εἶναι τοῦ ἀγαθοῦ καὶ ὑπ᾿ αὐτοῦ πεπέμφθαι ἐπὶ σωτηρίᾳ τῶν ψυχῶν, ὃν ἔσω ἄνθρωπον καλεῖ, ὡς ἄνθρωπον φανέντα λέγων οὐκ ὄντα ἄνθρωπον, καὶ ὡς ἔνσαρκον οὐκ ἔνσαρκον, δοκήσει πεφηνότα, οὔτε γένεσιν ὑπομείναντα οὔτε πάθος, ἀλλὰ τῷ δοκεῖν.
σάρκα δὲ οὐ θέλει ἀνίστασθαι, γάμον δὲ φθορὰν εἶναι λέγων κυνικωτέρῳ βίῳ προσάγει τοὺς μαθητάς, ἐν τούτοις νομίζων λυπεῖν τὸν δημιουργόν, εἰ τῶν ὑπ᾿ αὐτοῦ γεγονότων ἢ ὡρισμένων ἀπέχοιτο.
Ἀπελλῆς δὲ ὁ τούτου μαθητὴς ἀπαρεσθεὶς τοῖς ὑπὸ τοῦ διδασκάλου εἰρημένοις, καθὰ προείπομεν, ἄλλῳ λόγῳ ὑπέθετο τέσσαρας εἶναι θεούς, ὧν ἴνα φάσκει <ἀγαθόν>, ὃν οὔτε οἱ οὗ εἶναι υἱὸν τὸν Χριστόν· ἕτερον δὲ τὸν δημιουργὸν τοῦ παντός, ὃν οὐ θεὸν εἶναι θέλει, ἕτερον δὲ πύρινον τὸν φανέντα, ἕτερον δὲ πονηρόν· οὓς ἀγγέλους καλεῖ, προσθεὶς δἒ τὸν Χριστὸν καὶ πέμπτον ἐρεῖ.
προσέχει δὲ βίβλῳ, ἣν Φανερώσεις καλεῖ Φιλουμένης τινός, ἣν προφῆτιν νομίζει. τὴν δὲ σάρκα τὸν Χριστὸν οὐκ ἐκ τῆς παρθένου λέγει προσειληφέναι, ἀλλ᾿ ἐκ τῆς παρακειμένης τοῦ κόσμου οὐσίας. [*](7 Matth. 7, 18, vgl. Tert. Adv. haer. 6 S. 223, 5 Kr.; Orig. De princ. II, 5, 4 S. 137, 9ff K. (Epiph. XLIV 1 S. 899, 21—24 Dind,) — 12f Tert. 6 S. 222 Theodoret I 24; Epiph. XLII 3 S. 305, 27f Dind., 4 S. 307, 6 — 17— S. 281 vgl. S. 224, —225, 2 — 17 — 25 benutzt Theodoret I 25 Ἀπελλῆς μὲν γὰρ τοῖς τοῦ Μαρκίωνος ἀγεννήτοις καὶ ἕτερον προστέθεικε πύρινον. οὑτος καὶ ἕτεροον βιβλίον συνθεὶς Φιλουμένης προφητείαν ὠνόμασε. καὶ τῷ Χριστῷ δὲ προστέθεικε σῶμα οὐκ ἀνθρώπειον, ἀλλ᾿ ἐκ τῆς τοῦ κόσμου οὐσίας) [*](1 + τετάρτην (geschrieben δ) Sauppe 2 πάντα Ρ 3 ὅλως Gö.: ἄλλως <καὶ> τὸν 2 Sauppe 4 μόνον <τὸν> Sauppe 7 ἀνάγκῃ? Holl 9 Hell 11 <τὸν> ἔσω? Gö. 13 ἀλλὰ] ἀλλ’ ἢ Sauppe 15 17 Titel ἀπελλῆς ὁ τατιανοῦ μαθητής rot Ρ 19 φάσκει Gö.: φάσκων + ἀγαθόν Η Gö. οὔτε 〈Μωσῆς οὔτε> οἱ προφῆται We. 21 τὸν (s. H) 23 προσέχει Η Gö.: προσέχειν Ρ ἣν2 Miller: ἢ Ρ 24 προφήτην P)
Κήρινθος δέ, ὁ ἐν τῇ Αἰγύπτῳ ἀσκηθεὶς αὐτὸς οὐχ ὑπὸ τοῦ πρώτου θεοῦ τὸν κόσμον γεγονέναι ἠθέλησεν, ἀλλ᾿ ὑπὸ δυνάμεώς τινος ἀγγελικῆς, πολὺ κεχωρισμένης καὶ διεστώσης τῆς ὑπὲρ τὰ ὅλα αὐθεντίας καὶ ἀγνοούσης τὸν ὑπὲρ πάντα θεόν.