Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ τούτῳ δὲ ἐπιβεβουλευκέναι τὴν Ἐδέμ, μὴ δεδυνῆσθαι δὲ αὐτὸν ἀπατῆσαι, καὶ τούτου χάριν πεποιηκέναι σταυρωθῆναι· οὗ τὸ πνεῦμα ἀνεληλυθέναι πρὸς τὸν ἀγαθὸν λέγει. καὶ πάντων δὲ τῶν οὕτως τοῖς μωροῖς καὶ ἀδρανέσι λόγοις πειθομένων 〈τὸ μὲν πνεῦμα〉 σωθήσεσθαι, τὸ δὲ σῶμα καὶ τὴν ψυχὴν τῆς Ἐδὲμ καταλείπεσθαι, ἣν καὶ γῆν Ἰουστῖνος ὁ ἄφρων καλεῖ.

Οἱ δὲ Δοκηταὶ τοιαῦτα λέγουσιν· εἶναι τὸν Πρῶτον θεὸν ὡς σπέρμα συκῆς, ἐκ δὲ τούτου ἐληλυθέναι τρεῖς αἰῶνας, ὡς τὸ πρέμνον καὶ τὰ φύλλα καὶ τὸν καρπόν· τούτους δὲ προβεβληκέναι λݲ ἕκαστον <ιݲ>· ἡνῶσθαι δὲ αὐτοὺς κατὰ δέκα πάντας, μόνον δὲ διαφέρειν τινὰς τινῶν πρώτους . . . . . προβεβλῆσθαι δὲ ἀπειράκις ἀπείρους αἰῶνας, καὶ εἶναι τοὺς πάντας ἀρρενοθήλεας.

τούτους δὲ βουλευσαμένους ὁμοῦ συνελθόντας ἐκ τοῦ μέσου αἰῶνος γεννῆσαι ἐκ παρθένου Μαρίας σωτῆρα τῶν πάντων, κατὰ πάντα ὅμοιον τῷ πρώτῳ σώματι ἐν σπέρματι συκίνῳ, ἐν τούτῳ δὲ ἥττονα, τῷ γεννητὸν εἶναι· τὸ γὰρ σπέρμα, ὅθεν ἡ συκῆ, ἀγέννητον.

ἦν οὖν τὸ μέγα τῶν αἰώνων φῶς ὅλον, οὐδεμίαν ἐπιδεχόμενον κόσμησιν, ἔχον έν ἑαυτῷ πόντων τῶν ζώων ἰδέας· τοῦτο ἐπιφοιτῆσαν εἰς τὸ ὑποκείμενον χάος παρεσχηκέναι αἰτίαν τοῖς γεγονόσι καὶ οὖσι, καταβάν τε ἄνωθεν ἰδεῶν αἰωνίων ἀπεμάξατο κάτω <εἰς> τὸ χάος τὰς [*](2—5 vgl. S. 130. 3—5. 28. 131, 3. 23 — 5—7 7 vgl. S. 131, 513 S. 131, 17—132, 3 — 15— 24 vgl. S. 226, 7 — 228, 2 — 24 — S. 278. S. 228, 728) [*](1 τὴν > Miller 4 ὑπὸ Η Gö.: ἀπὸ Ρ 6 ὀμφαλῆς Ρ S δὲ > 12f < > Gö. 15 δοκῖται Ρ 18 + ῑ Gö., vgl. S. 227 19 unbeschriebenes Spatium von 5 Lettern P: πρώτους <δευτέρους, τρίτουρ> We., vgl. S. 227, 9, πρωτεύοντας Miller 21 εἰς τὸν μέσον αἰῶνα Gö. (εἰς γενόμενοι αἰῶνα τὸν μέσον αὐτῶν) Η 22f πρώτῳ θεῷ τῷ οἱονεὶ σπέρματι Gö., vgl. S. 227, 27f 23 σπέρματι] πάρματι Ρ συκίνῳ Η: ἐκείνω Ρ ἥττονα τῷ Miller: ἧττον διὰ τὸ Ρ γεννητὸν Η: ἀγέννητον Ρ 28 ἰδέων Ρ ἀπεμάξαντο Ρ + εἰς Gö. τὸ χάος übergeschrieben p)

278
ὁ γὰρ τρίτος αἰών, ὁ ἑαυτὸν τριπλασιάσας,