Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
Ἀρξάμενοι τοίνυν ἐροῦμεν, τίνες οἱ παρ’ Ἒλλησι πρῶτοι φιλοσοφίαν φθσικὴν ἐπιδείξαντες. τούτων γὰρ μάλιστα γεγένηνται κλεψίλογοι οἱ τῶν αἱρέσεων πρωτοστατήσαντες, ὡς μετέπειτα έν τῇ πρὸς ἀλλήλους συμβολῇ ἐπιδείξομεν. ἑκάστῳ δὲ τῶν προαρξαμένων τὰ ἴδια ἀποδιδόντες γυμνοὺς καὶ ἀσχήμονας τοὺς αἱρεσιάρχας παραστησομεν.
Λέγεται Θαλῆν τὸν Μιλήσιον ἴνα τῶν ἑπτὰ σοφῶν πρῶτον ἐπικεχειρηκέναι φιλοσοφίαν φυσικήν. οὖτος ἴφη ἀρχὴν τοῦ εἶναι καὶ τέλος τὸ ὕδωρ.
ἐκ γὰρ αὐτοῦ τὰ πάντα συνίστασθαι πηγνυμένου καὶ πάλιν διανιεμένου ἐπιφέρεσθαί τε αὐτῷ τὰ πάνται ἀφ' οὑ καὶ σεισμοὺς καὶ πνευμάτων συστροφὰς καὶ ἄστρων κινήσεις γίνεσθαι· καὶ τὰ πάντα φέρεσθαί τε καὶ ῥεῖν τῇ
τοῦ πρώτου ἀρχηγοῦ τῆς γενέσεως αὐτῶν φύσει συμφερόμενα. θεὸν δὲ τοῦτ' εἶναι, τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχον.
οὖτος περὶ τὸν τῶν ἄστρων λόγον καὶ τὴν ζήτησιν ἀσχοληθεὶς Ἒλλησι ταύτης τῆς μαθήσεως αἴτοις πρῶτος γίνεται, ὃς ἀποβλέπων πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐπιμελῶς κατανοεῖν λέγων εἰς φρέαρ ἐνέπεσεν, ὃν ἐγγελῶσά τις Θρᾷττα τοὔνομα, ἔφη· τὰ ἐν οὐρανῷ προθυμούμενος ἰδεῖν τὰ ἐν ποσὶν οὐκ εἶδεν. ἐγένετο δὲ κατὰ Κροῖσον.
[*](3 vgl. Gen. 3, 19 12 — S. 10, 3 aus einer biographischela Quelle, s. Diels, Dox. S. 145 – 12 —17 excerpiert von Cedrenus 1 275, 9–13 Bekker — 15 s. Dox. S. 145 20–24 Diels, Vorsokr. I S. 4, 17 ff; Norden, Jahrb. Suppl. XVIII 270)[*](1f πολλοῦ πόνου HSS, verb. Diels 2 ἔμπορος Β 6 πρῶτον Delarue 10 f προστήσομεν HSS, verb. Wolf 12 ἀρχὴ τῆς πρώτης βίβλου τοῦ κατὰ πασῶν αἱρέσεων ἐλέγχου L Ο Β θαλλῆν L 13 ἀρχὴν L Ο Gedr.: τὴν ἀρχὴν 14 τὸ] τι Delarue 15 τε] Β 16 συστροφὰς Gedr. (Diels): στροφὰς HSS ἄστρων Gedr. ἀστέρων Roeper): ἀέρων HSS 17 γίνεσθαι Gedr.: > HSS HSS, verb. Roeper 18 θεῖον vielleicht richtig Gö. s. Diels und Zeller I 3 22 κατανοῶν εἰς Menagius zu Diog. I 34, es scheint Contamination mit dem be- kannten Apophthegma des Anaxagoras (Diels, Vorsokratiker I 382; Cumont zu Philo De aeternitate S. 2, 14) vorzuliegen λέγων > Β, θέλων Gronov ᾦ Wolf, ὅτ’ Roeper 23 τοὒνομα] οὖσα Heumaun εἰδέναι Roeper nach Platos Theaet. 174 A, Diog. Laert. Ι 34, dies stand wohl in H.s Vorlage 24 τὰ] τὸ Β εἶδεν Richter: οἶδεν HSS)Ἔστι δὲ καὶ ἑτέρα φιλοσοφία οὐ μακρὰν τῶν αὐτῶν χρόνων, ἦς ἦρξε Πυθαγόρας, ὂν Σάμιόν τινες λέγουσιν. ἣν Ἰταλικὴν προση- γόρευσαν διὰ τὸ τὸν Πυθαγόραν φεύγοντα Πολυκράτην τὸν Σαμίων τύραννον οἰκῆσαι πόλιν τῆς Ἰταλίας κἀκεῖ τὸν βίον πληρῶσαι. οὖ τὴν αἴρεσιν οἱ διαδεξάμενοι οὐ πολὺ διήνεγκαν τοῦ αὐτοῦ φρονήματος.
καὶ αὐτὸς δὲ περὶ φυσικῶν ζητήσας ἔμιξεν ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν <καὶ ἀριθμητικήν>. καὶ οὔτως μονάδα μὲν εἶναι ἀπεφήνατο τὸν θεόν, ἀριθμοῦ δὲ φύσιν περιέργως καταμαθὼν μελῳδεῖν ἔφη τὸν κόσμον καὶ ἁρμονίᾳ συγκεῖθαι, καὶ τῶν ἑπτὰ ἄστρων πρῶτος τὴν κίνησιν εἰς ῥυθμὸν καὶ μέλος ἡγαγεν.
θαυμάσας δὲ τὴν διοίκησιν τῶν ὄλων ἡξίωσε τὰ πρῶτα σιγᾶν τοὺς μαθητάς, οἱονεὶ μύστας τοῦ παντὸς εἰς τὸν κόσμον ἥκοντος· εἶτα ἐπειδὰν αὐτοῖς ἱκανῶς παιδείας τῆς τῶν λόγων δόξῃ μετεῖναι καὶ δυνατῶς περὶ ἄστρων καὶ φύσεως φιλοσοφήσωσι, καθαροὺς κρίνας τότε κελεύει φθέγγεσθαι.