Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
τὰ δὲ κακά φησι καὶ οὗτος κατ’ ἐναντίωσιν τῶν ἀγαθῶν γενέσθαι καὶ εἶναι ὑπὸ τὸν περὶ σελήνην τόπον, ὑπὲρ δὲ σελήνην μηκέτι. τὴν δὲ ψυχὴν τὴν μὲν ὅλου τοῦ κόσμου ἀθάνατον εἶναι καὶ αὐτὸν τὸν κόσμον ἀίδιον, τὴν δὲ καθ’ ἕκαστον, ὡς προείπομεν, ἀφανίζεσθαι.
οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ Ποικίλῃ στοᾷ. ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς στοᾶς, Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου. ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὐν καὶ ὁ Ἀριστοτέλης.
Στωϊκοὶ καὶ αὐτοὶ μὲν ἐπὶ τὸ συλλογιστικώτερον τὴν φιλοσοφίαν ηὔξησαν καὶ σχεδὸν ὄροις περιέλαβον ὁμόδοξοι γενόμενοι ὅ τε Χρύσιππος καὶ Ζήνων, οἳ ὑπέθεντο καὶ αὐτοὶ ἀρχὴν μὲν θεὸν τῶν πάντων, σῶμα ὄντα τὸ καθαρώτατον, διὰ πάντων δὲ διήκειν τὴν πρόνοιαν αὐτοῦ.