Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
4. Ὄτι κατὰ τὸ καρτερὸν οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον τῶν περὶ [*](Phot.) Εὐδόξιον διαστάντες καὶ Εὐζώϊον, τὴν μὲν Κωνσταντινούπολιν Φλωρεντίῳ ἐφεῖσαν. αὐτῶν δὲ ὁ μὲν Ἀέτιος ἐπὶ τὴν Λέσβον ἀποπλεῖ, κἀκεῖ περὶ Μιτυλήνην ἐν ἀγρῷ τινι διέτριβεν, τοὺς ἀφικνουμένους λόγοις δεξιούμενος· δῶρον δ’ ἦν ὁ ἀγρὸς Ἰουλιανοῦ τοῦ βασιλέως τῆς πρὸς αὐτὸν διαθέσεως σύμβολον. ὁ δὲ Εὐνόμιος ἐπὶ τὴν Καλχηδόνα διάρας, ἐν αὐτῇ κατά τινα κῆπον, οἰκεῖον κτῆμα πλησιάζον τοῖς ἐπιθαλαττίοις τείχεσιν, ἐποιεῖτο τὴν δίαιταν, οὐδ’ αὐτὸς τῶν προσιόντων ἐλάττω συνεισάγων τὴν πρόνοιαν. οὐδέτερος δ᾿ αὐτῶν ἐκκλησίας ἦρχεν ἀποτεταγμένως, ἀλλὰ κοινοὺς αὐτοὺς οἱ ὁμόδοξοι πατέρας ἦγον καὶ ἡγεμόνας. ὁ δέ γε Εὐνόμιος οὐδὲ ἱερουργίας ἐξ οὗ τῆς Κυζίκου μετέστη οὔμενουν εἰς ὅσον ἐνεβίω χρόνον ἥψατο· καίτοι τῶν ὁμοδόξων ἐπισκόπων οὐδεὶς ἦν ὃς τῆς ἐκείνου γνώμης χωρὶς οὐδὲν τῶν ἐκκλησιαστικῶν διεπράττετο.