Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
3. Ὅτι Οὐάλης, φησίν, ἐκ τῶν Ἰλλυριῶν ἐπὶ τὴν Κωνσταντινούπολιν ἀφικόμενος διὰ τιμῆς εἶχεν Εὐδόξιον. καὶ δυνάμενος μάλιστα ταῖς πρὸς Εὐνόμιον ὑποσχέσεσι πέρας ἐπιθεῖναι, τὴν γνώμην οὐκ εἶχεν συντρέχουσαν ὁ Εὐδόξιος. ἀλλὰ καὶ Εὐζωΐῳ παρῆν ὁ αὐτὸς καιρὸς ἄδειαν διδοὺς πράττειν ἅπερ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῶν αὐτῶν συνοδικῶς διεπράξατο. τοσοῦτον δὲ αὐτῶν ἑκάτερος ἐδέησεν μνήμην ἔχειν ἐκείνων, ὥστε ὁ μὲν Εὐζώϊος εἰς τὸ κακολογεῖν τοὺς ἄνδρας ὧν ὑπερήσπιζεν ἀπετρέπετο. οὐρανοβάτας ἐπ' ἐκκλησίας εἰρωνευόμενος τοὺς ἀμφὶ τὸν Ἀέτιον, Αἰθιόπιόν τε τὸν Θεόφι,λον ἐξυβρίζων, ὥσπερ οὐκ εὐσεβείας καὶ πίστεως τῶν ἀγώνων ὄντων, ἀλλὰ χρωμάτων ἐκλογῆς καὶ γένους. ὁ δὲ Εὐδόξιος ἄλλα τε κατ’ αὐτῶν ἀπερρίπτει καὶ ἐπ' ἐκκλησίας· »ἀσεβεῖς μὲν αὐτούς, φησίν, οὐ λέγων, ὅπερ θέλουσιν ἀκούειν, ἵνα μὴ δόξῃ εὐπρόσωπος αὐτῶν ἡ ἀπόστασις εἶναι, λοιμοὺς μέντοι αὐτοὺς λέγω.«
[*](4 f s. ob. S. 36, 31 fl — 8 11 Tim. 3, 8 — 12 vgl. Sozomen. VI 7, 9. Theodoret H. E. IV 12, 4. Gregor. Nyss. C. Eunom. I PG 45, 288 D — 18 f vgl. Epiphan. Haeres. 76 PG 42, 549 B. Basil. G. Eanom. 1 12 f. Gregor. Nazianz. Orat. XXVIl 9 — 19 vgl. Gregor. Nyss. ebd. 26 A 3 — 23 f vgl. Act. 24, 5. Prov. 22, 10 u. oft im AT)[*](1 Titel rot geschrieben B Ι 8 ἰαμβρὴν, ὴν aus ῆν corr., B Ι 14 ὁ αὐτὸς] ὡσαύτως Val. Ι 17 ἐκείνων aus ἐκεῖνον corr. B Ι 18 ὑπερήσπισεν Bochart οὐρανοβάτας Val. ὀυνοβάστασ ob mit Wortspiel (ἀέτιος — ἀετός) ? ? vgl. Epipb. Basil. Greg. Naz. u. unt. S. 126, 12 Ι 19 αἰθιόπόν τε sie B, ich corrigiere ἐξυβρίζειν ed. Ι 22 λέγω Val., wohl möglich; vgl. z. B. Anm. zu S. 117, 9 u. 113,2)4. Ὄτι κατὰ τὸ καρτερὸν οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον τῶν περὶ [*](Phot.) Εὐδόξιον διαστάντες καὶ Εὐζώϊον, τὴν μὲν Κωνσταντινούπολιν Φλωρεντίῳ ἐφεῖσαν. αὐτῶν δὲ ὁ μὲν Ἀέτιος ἐπὶ τὴν Λέσβον ἀποπλεῖ, κἀκεῖ περὶ Μιτυλήνην ἐν ἀγρῷ τινι διέτριβεν, τοὺς ἀφικνουμένους λόγοις δεξιούμενος· δῶρον δ’ ἦν ὁ ἀγρὸς Ἰουλιανοῦ τοῦ βασιλέως τῆς πρὸς αὐτὸν διαθέσεως σύμβολον. ὁ δὲ Εὐνόμιος ἐπὶ τὴν Καλχηδόνα διάρας, ἐν αὐτῇ κατά τινα κῆπον, οἰκεῖον κτῆμα πλησιάζον τοῖς ἐπιθαλαττίοις τείχεσιν, ἐποιεῖτο τὴν δίαιταν, οὐδ’ αὐτὸς τῶν προσιόντων ἐλάττω συνεισάγων τὴν πρόνοιαν. οὐδέτερος δ᾿ αὐτῶν ἐκκλησίας ἦρχεν ἀποτεταγμένως, ἀλλὰ κοινοὺς αὐτοὺς οἱ ὁμόδοξοι πατέρας ἦγον καὶ ἡγεμόνας. ὁ δέ γε Εὐνόμιος οὐδὲ ἱερουργίας ἐξ οὗ τῆς Κυζίκου μετέστη οὔμενουν εἰς ὅσον ἐνεβίω χρόνον ἥψατο· καίτοι τῶν ὁμοδόξων ἐπισκόπων οὐδεὶς ἦν ὃς τῆς ἐκείνου γνώμης χωρὶς οὐδὲν τῶν ἐκκλησιαστικῶν διεπράττετο.
5. Ὄτι τρίτου τῆς βασιλείας ἔτους Οὐάλης ἐπιβάς, ἐπὶ Πέρσας ἐστράτευσε, καθ’ ὃν κα.ιρὸν καὶ Προκόπιος τὴν τυραννίδα κατὰ Κωνσταντινούπολιν ἐσκευάσατο. ὁ δὲ Προκόπιος Προκόπιος οὑτος τὸ τοῦ Ἰουλιανοῦ γένος ἀνεφέρετο· καὶ πολλοὶ ἀνεκινοῦντο λογισμοὶ τὴν βασιλείαν αὐτῷ περιάπτοντες, καὶ τοὺς λογισμοὺς καὶ λόγοι διέφερον. διὰ τοῦτο, Ἰωβιανοῦ βασιλεύσαντος, τῆς Μεσοποταμίας οὑτος ἀποδρὰς καὶ πολλοὺς ἐν ταλαιπωρίᾳ τόπους ἀμείψας, φεύγων τε μετὰ τῆς γυναικὸς καὶ κρυπτόμενος, ὡς ἀπείρηκε πλανώμενος, τὸν ἔσχατον, φησί, ἀναρρίπτει κύβον. καὶ τὴν Καλχηδόνα καταλαβών, ἐν τῷ τοῦ Εὐνομίου ἀγρῷ, τῆς πόλεως ἔξωθεν διακειμένῳ, οὐδ᾿ ἐπιδημοῦντος τοῦ δεσπότου, ἑαυτὸν κατακρύπτει· ἐκεῖθεν δὲ εἰς τὴν πόλιν διάρας, ἐγκρατὴς ἀναιμωτὶ τῆς βασιλείας γίνεται. εἶτα μετ᾿ οὐ πολὺν χρόνον πολέμῳ συρραγεὶς Οὐάλεντι, προδοσίᾳ τῶν αὐτοῦ στρατηγῶν Γομαρίου καὶ Ἀγελίου ἡττᾶται· καὶ φεύγων καταλαμβάνει τὴν Νίκαιαν. τῇ δὲ ἐπαύριον διανοηθεὶς ἐκεῖθεν ἀπαίρειν, ὑπὸ Φλωρεντίου, ὅς
[*](1ff vgl. Socrat. IV 13 u. V 24. Sozomen. VII 6, 2. Theodoret H. E. II 29, 10 ff — 15–S. 118, 7 vgl. Ammian. Marcellin. XXVI 6–9. Zosim. IV 4 ff. Eunap. Socrat. IV 3 u. 5. Sozomen. VI 8. Chronic, min. ed. Mommsen I 241 a. 366)[*](* 17 f. 23. 27 Niceph. H. E. XI 4 PG 146, 593 B)[*](7 πλησιάζον Val. πλησιάζων B | τὴν πρόνοιαν ἐλάττων συνεισάγων, die Ziffern γ aus β u. β aus γ corr., B; ἐλάττω Verbesserung von Val, | 10 ἀποτεταγμένως Bidez ἀποτεταγμένοσ, σ durch Corr., B ἀποτεταγμένης Bochart; vgl. ob. S. 36, 24 f | 12 οὐ μὲν οὖν ed. | 22 f vgl. Ammian. Marcell. XXVI 6,12: aleam . . . iecit)ὑπ’ αὐτοῦ τῆς πόλεως κατέστη, συλαμβάνεται, καὶ δεσμώτην αὐτὸν ὁ συλλαβὼν πρὸς Οὐάλην ἄγει. καὶ Προκόπιος μὲν τῆς κεφαλῆς ἀποτέμνεται, ἐπὶ μῆνας ἓξ μετεωρισθεὶς τῇ τυραννίδι· Φλωρεντίῳ δὲ οὐδὲ ἤρκεσεν εἰς σωτηρίαν ἡ προδοσία, ἀλλὰ πυρὶ διδόασιν αὐτὸν ὁ στρατὸς κατ’ ὀργὴν παλαιάν, διότι φρουρῶν ἐκεῖνος ὑπὸ Προκοπίου τὴν Νίκαιαν πολλοὺς αὐτῶν ἐκάκωσεν αἱρουμένους τὰ Οὐάλεντος.