Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
2. Ὅτι Εὐζώϊος, φηςί, καὶ οἱ σὺν αὐτῷ τ]ν μὲν ὑπὲρ Ἀετίου [*](Phot.) καὶ τοῦ δόγματος τόμον ἐξέθεσαν, οὐ μήν γε περαίνειν ταῦτα διανέστησαν. διὸ οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον ἐν Κωσταντινουπόλει διατρίβοντες καθ᾿ ἑαυτοὺς ἤδη τῶν πραγμάτων προΐσταντο, τά τεἄλλα ὡς αὐτοῖς ἐδόκει πρὸς τὸ ἄριστον τιθέμενοι καὶ δὴ καὶ ἐπισκόπους καθίστασαν. ὧν Κάνδιδος μὲν καὶ Ἀρριανὸς ταῖς κατὰ Λυδίαν καὶ Ἰωνίαν ἐκκληςίαις ἐφίστανται, Παλαιστίνης δὲ ὁ ἀπὸ Χαιρατόπων Θεόδουλος ἐπεσκόπησεν. ἐν δὲ Κωνσταντινοῦπόλει (καὶ γὰρ Εὐδοξίου καί τινων ἄλλων αἱρέσεων ἀπορρυὲν οὐκ ὀλίγον πλῆθος τὴν περὶ Ἀέτιον καὶ Εὐνόμιον μοῖραν ἐπηύξησεν) χειρτονοῦσι πρῶτον τῆς καθ᾿ ἑαυτοὺς ἐκκληςίας Ποιμένιον ὄνομα. ὃ καὶ τὸ Εὑδόξιον, μέχρι τότε τὰς πρὸς αὐτοὺς τῆς ἑνώσεως ἐλπίδας ὑποτρέφοντα, εἰς τὸ βεβαίως ἀντίπαλον μετεστήσατο. Ποιμενίου δὲ μετ᾿ οὐ πολὺν ἀποβιώσαντος χρόνον, ἀντικαθιστῶσι Φλωρέντιον, εἰς δὲ τὴν Λέσβον, τοῦ ταύτης ἀποιχομένου ποιμένος, χειροτονοῦσι Θάλλον. τῇ δὲ πρὸς τῷ Πόντῳ Γαλατίᾳ καὶ Καππαδοκίᾳ Εὐφρόνιον προχειρίζονται· τὴν δὲ Κιλικίαν Ἰουλιανὸς ἐγχειρίζεται. πρὸς δὲ τὴν ἐν τῇ κοίλῃ Συρίᾶ Ἀντιόχειαν μετ᾿ οὐ πολὺν χρόνον ἐθελοντὴν ἀφικνεῖται Θεόφιλος ὁ Ἰνδός, ἐφ᾿ ᾧ τὸν Εὐζώϊον μὲν κατὰ τὸ προηγούμενον ἀναστῆσαι εἰς τέλος ἀγαγεῖν τὰ ὐπὲρ Ἀετίου ἐγνωσμένα· εἰ δὲ μή, αὐτός γε καθηγήσεσθαι τοῦ ἐκεῖσε πλήθους ὅσον τὴν ἐκείνου γνώμην ἠσπάζετο. ἑκατέρας δὲ Λιβύιης καὶ ὅσον ἐν τῇ Αἰγύπτῳ τὸ αὐτῶν διέσωζε φρόνημα, τοῖς ἀμφὶ Σέρραν τε καὶ Στέφανον καὶ Ἡλιόδωρον ἔμελεν.
Τούτους μὲν οὖν ἅπαντας ὁ Φιλοστοόργιος ἐπαίνοις οὐκ ἔχει κόρον διακοσμεῖμ, τήν τε δύναμιν τῶν λόγων ἀνυμνῶν και τὸν βίον ἀποθειάζων.