Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

17. Ὅτι τῶν τὸ ὁμοούσιον δοξαζόντων φεόδωρος μέν, φησίν, ἐκδηλότατος ἐγεγόνει, τῆς ἐν Θρᾴκῃ ἐφορεύων Ἡρακλείας, καὶ Γεώργιος δέ, Ἀλεξανδρεὺς μὲν τὸ γένος καὶ τῶν ἐκ φ·ιλοσοφίας ὁρμωμένων. τῆς δὲ κατὰ Συρίαν Λαοδικείας ἐπιστατῶν. δεύτεροι μετ αὐτοὺς τῷ χρόνω̣ Εὐστάθιος γηραιὸς ἀνὴρ καὶ τῷ πλήθει αἰδοῖός τε καὶ πιθανός, καὶ δὴ καὶ Βασίλειος, ἀλλὰ γὰρ καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ ὁ Κυζίκου ἐπίσκοπος Ἐλεύσιος· μεθ' ὡν Μαραθώνιος καὶ Μαξιμῖνος, τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πρεσβύτεροι.