Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
15. Λέγει δ' οὖν, οὐκ οἶδ' ὅθεν λαβών, τὸν Ἀπολινάριον ἐπίσκοπον εἶναι, καὶ τὸν Νουᾶτον ἐκ φυλῆς ὁρμᾶσθαι τῶν φρυγῶν.
16. Ὅτι Οὐαλεντινιανὸν καὶ Οὐάλεντα τὴν Κίβαλιν λαχεῖν ἀναγράφει πατρίδα.
17. Ὅτι τῶν τὸ ὁμοούσιον δοξαζόντων φεόδωρος μέν, φησίν, ἐκδηλότατος ἐγεγόνει, τῆς ἐν Θρᾴκῃ ἐφορεύων Ἡρακλείας, καὶ Γεώργιος δέ, Ἀλεξανδρεὺς μὲν τὸ γένος καὶ τῶν ἐκ φ·ιλοσοφίας ὁρμωμένων. τῆς δὲ κατὰ Συρίαν Λαοδικείας ἐπιστατῶν. δεύτεροι μετ αὐτοὺς τῷ χρόνω̣ Εὐστάθιος γηραιὸς ἀνὴρ καὶ τῷ πλήθει αἰδοῖός τε καὶ πιθανός, καὶ δὴ καὶ Βασίλειος, ἀλλὰ γὰρ καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως καὶ ὁ Κυζίκου ἐπίσκοπος Ἐλεύσιος· μεθ' ὡν Μαραθώνιος καὶ Μαξιμῖνος, τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πρεσβύτεροι.