Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

6a. [zu Z. 2] Suidas s. v. Λεόντιος· Τριπόλεως τῆς Λυδίας ἐπίσκοπος, Μυσὸς τὸ γένος τῶν πρὸς τῷ Ἴστρῳ κατῳκημένων, οὓς ἀγχεμάχους Ὅμηρος καλεῖ. τὸν τοιοῦτον Λεόντιον προσεταιρίζεται ὁ κακόφρων Φιλοστόργιος έν τῇ βίβλῳ αὐτοῦ ὡς ὁμόφρονα Ἀρειανικῆς αὐτοῦ κακοφροσύνης. ὃς παῖδα ἕνα ἐσχηκώς, ἐπειδὴ μὴ χρηστὰς ἐλπίδας αὐτὸν ὑποφαίνοντα πρὸς ἀρετὴν εἶδεν, εὐξάμενος, ὥς φασιν, ἔτι μειράκιον ὄντα ἐποίησεν ἀποθανεῖν· κάλλιστον ἡγησάμενος τὸ Πρὸ αἰσχροῦ τινος καταλύσασθαι τὸν βίον, τῶν σφαλερῶν κατὰ τὸν βίον ὀλίσθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆς ἐκκλησίας. ἠν δὲ ἐλεύθερος τὴν γνώμην ἐπίσης εἰς πάντας καὶ παρρησιαστικός. καί ποτε συνόδου γενομένης, Εὐσεβίας τῆς Κωνσταντίου γυναικὸς εἰς οἴδημα ἀρθείσης φρονήματος καὶ παρὰ τῶν ἐπισκόπων προσκυνουμένης, μόνος οὑτος παρὰ φαῦλον αὐτὴν τιθέμενος οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα, πέμπει πρὸς αὐτὸν αἰτιωμένη καὶ ὑποσχέσεσι κολακεύουσα, ὡς »ἐκκλησίαν σοι μεγίστην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύσομαι, εἰ ἀφίκοιο πρός με.« ὁ δὲ ἀντεδήλωσε· »τούτων μὲν εἴ τι βουληθείης τελέσασθαι, ὠ βασίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ σαυτοῦ ψυχῇ ἴσθι χαριουμένη. εἰ δὲ θελήσειας ὡς ἀφικέσθαι πρός σε ὡς τῆς ἐπισκόποις πρεπούσης αἰδοῦς φυλαχθησομένης, ἵν᾿ μὲν ἐγώ, σὺ δ’ αὐτίκα τοῦ θρόνου τοῦ ὑφηλοῦ καταβᾶσα μετ᾿ ὑπαντήσειας ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόσχοις ταῖς ἐμαῖς χερσὶν εὐλογιῶν

[*](10 Iliad. N 5)[*](* 19 von εἰς an — 20 προσκυνουμένης wiederholt Suidas s. v. οἴδημα — 21 ὑποθερμανθεῖσα — 22 φλεγμήνασα wiederholt ebd. s. v. ὑποθερμανθεῖσα)[*](8—8. 85, 30 ἐλευθέριος] λεόντιοσ· τριπόλεωσ τῆσ λυδίασ ἐπίσκοποσ TU I 10 ἀυχεμάχουσ SV | τὸν τοιοῦτον — 12 κακοφροσύνης > SVBE (σ gestrichen von A 2) AR οὖτοσ SVBE | 14 κάλλιστον — 16 γενόμενον > 15 πρὸ] πρὸσ B | 18/19 κωνσταντίνου SVBE, ίνου in ίου corr. E | 23/24 ἐπι δαψιλεύσομαι A | 26 σαυτοῦ] σῆ SVBE | ὡς] ἡμᾶς? Loofs, ob οὕτως καὶ oder κἀμ᾿? | πρὸσ σὲ HSS | 27 τῆς] τοῖσ SVBE | 28 καταβάσαι Β)
85

τὸν Ἀέτιον· καὶ ἦν αὐτοῖς αὐτός τε καὶ Εὐνόμιος ἅπαντα. ἐχειροτόνουν [*](Phot.) δὲ καὶ ἑτέρους ἐπισκόπους, οὐδὲν τέως τοῦ Εύδοξίου δυσχεραίνοντος, ἀλλὰ καὶ ψήφους πολλάκις ὑπὲρ τῶν μελλόντων χειροτονεῖσθαι τοῖς περὶ Ἀέτιον προκομίζοντος. ἐν τούτῳ δὲ καὶ Εὐζώϊος, εἰς ἐννέα τὸν ἀριθμὸν ἀθροισάμενος σύνοδον, τὰς κατὰ Ἀετίου γεγενημένας πάλαι πράξεις διελύσατο. ἔλυσε δὲ καὶ τὴν τοῦ ἑξαμήνου προθεσμίαν μεθ’ ἣν τοῖς περὶ Σέρραν, εἰ μὴ τῇ τοῦ Ἀετίου καθαιρέσει

[*](6 ff vgl. Theodoret H. E. II 28, 3—7)[*](3 ὑπὲρ Val. ὑπὸ B | 7 vgl. προθεσμίας Theodoret S. 164,16 | τοῖς Holstein τοὺσ B)

ἀξιουμένη· κἄπειτα καθεσθείην μὲν αὖ ἐγώ, σὺ δ᾿ ἀνεστήκοις αὐδουμένη, [*](Suid.) ὁπόταν δὲ κελεύσαιμι καθεδουμένη, ἡνίκα δοίην τὸ σύνθημα· εἰ οὕτως αἱρήσῃ, ἀφικοίμην παρά σε· εἰ δ’ ἕτερον τρόπον, οὐχ οὕτω πολλὰ δώσεις, οὐδ᾿ οὕτω μεγάλα δυνήσῃ, ὡς ἡμᾶς, τῆς τιμῆς τοῖς ἐπισκόποις καθυφιεμένους, εἰς τὸν θεῖον ἐξυβρίσαι τῆς ἱερωσήνης θεσμον.«

Ταῦτα ὡς ἀπηγγέλθη, ἀναπίμπραται τὴν ψυχήν, οὐκ ἀνασχετὸν ποιουμένη πρὸς Λεοντίου τοιούτους δέξασθαι λόγους. καὶ πολλὰ διοιδήσασα καὶ παθηναμένη, καὶ πολλὰ ἐκ γυναικείας ἀκροχόλου καὶ κούφης ἀπειλήσασα διανοίας, καὶ τἀνδρὶ διηγησαμένη, πρὸς τιμωρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεσε τὴν ἐλευθερίαν τῆς γνώμης, καὶ τὴν γυναῖκα παρήνεγκε τῆς ὀργῆς καὶ ἀποπέμπει εἰς τὴν γυναικωνῖτιν.

Καί ποτε μεταξὺ προκαθημένου τοῦ βασιλέως Κωνοταντίου τῶν ἐπισκόπων καὶ ἄρχειν καὶ τῶν ἐκκλησιῶν ἐθέλοντος, οἱ μὲν πολλοὶ πᾶν ὅ τι φήσειεν ἐκρότουν καὶ ἐθαύμαζον, ἄριστα εἰρῆσθαι διοριζόμενοι· ὁ δὲ ἐσιώπα. ὡς δὲ ἤρετο αὐτὸν ὁ βασιλεύς, τί σιωπᾷ μόνος ἁπάντων· »θαυμάζω«, ἔφη, »ὅπως ἕτερα διέπειν ταχθείς, ἑτέροις ἐπιχειρεῖς, στρατιωτικῶν μὲν καὶ πολιτικῶν πραγμάτων προεστηκώς, ἐπισκόποις δὲ περὶ τῶν εἰς μόνους ἐπισκόπους ἡκόντων τὸν δὲ βασιλέα καταιδεσθέντα παύσασθαι τῆς ἐν τοῖς τοιούτοις ἤδη διακελεύσεως. τοιοῦτος ἠν ὁ Λεόντιος ἐλευθέριος.

[*](10 αὖ] ἂν Β > SV | ἀνεστήκεισ SV ἂν ἑστήκεισ E | 11 καθαιδουμένη καθευδουμένη B | 12 παρὰ σέ HSS | 13 πολλὰ zweimal SV | ὡς — 15 θεσμόν > SV | 16 ψυχήν] γνώμην SVBE | οὐκ—17 λόγους > AR ἡγουμένη SVBE | 20 ἐλευθερίαν] ἐλεύθερον SV | 21 παρήνεγκε — καὶ . > SV | 23 καὶ 2 > SVBE | 24 καὶ > SV | 25/26 μόνος τῶν ἁπάντων > SV | 26 πάντων AR | ἔφην B ὅπ///σ A in ὅτι εἰσ corr. A c ὅτι εἰσ R | 27 στρατιωτικῶν — 30 ἐλευθέριος] καὶ οὕτωσ ἔπεισεν ἀπέχειν τῶν ἐκκλησιαστικῶν πραγμάτων SV)
86
[*](Phot.)

καὶ τῷ ἑσπερίῳ τόμῳ ὑπογράψαιεν, τῆς ἱερωσύνης ἀφαίρεσις ἡ ζημία διωρίζετο. ἑκατέρας δὲ τῶν εἰρημένων προελθούσης πράξεως, τοὺς τόμους ἀποστέλλειν τοῖς περὶ Εὐδόξιον παρεσκευάζοντο. ἀλλ᾿ ὁ κατὰ τῶν Χριστιανῶν ἀνυπόστατος διωγμὸς τὴν ὁρμὴν περιέκοψεν.