Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

4c. [zu Ζ. 2 ff] Artemii Passio 22 [unmittelbar nach προθυμίας ob. S. 76, 19]: Καὶ ὅσας ὁ μέγας Κωνσταντῖνος ταῖς ἐκκλησίαις προσόδους ἀπένειμε καὶ ὁ τούτου υἱὸς Κωνστάντιος, ταύτας ἀφελὼν (näml. ὁ Ἰουλιανὸς) τοῖς τῶν δαιμόνων ναοῖς ἀφιέρωσεν ἀντ᾿ καὶ πρεσβυτέρων καὶ διακόνων καταστήσας ζακόρους καὶ νεωκόρους καὶ ῥάντας καὶ θύτας καὶ κανηφόρους καὶ ὅσας ὁ Ἑλληνικὸς ὕθλος ἐπιφημίζει Προσωνυμίας· ταῦτα μὲν οὐν καὶ ἕτερα ὁ δυσσεβὴς Ἰουλιανὸς κατὰ τὴν Κωνσταντινούπολιν.

(§ 23] Μετὰ δὲ ταῦτα μητρὸς αὐτοῦ ἀδελφὸν τοὔνομα, τὴν τοῦ Χριστιανισμοῦ θρησκείαν ἀπαρνησάμενον διὰ τὴν ἐκείνου χάριν καὶ πολλὴν ὑπὲρ τοῦ Ἑλληνισμοῦ προθυμίαν ἐπιδεικνύμενον, ἄρχοντα τῆς Ἐῴας ὅν καλοῦσι κόμητα ἐξέπεμψεν, ἐντειλάμενος τὰ μὲν τῶν ἐκκλησιῶν πράγματα κακοῦν τε καὶ διαφθείρειν, πανταχοῦ δὲ καὶ διὰ πάσης ἰδέας τὸν Ἑλληνισμὸν αὔξειν τε καὶ ἐπαίρειν. ὁ δὲ ἀφικόμενος ἐν Ἀντιοχείᾳ ἐπειρᾶτο μείζων τῶν ἐντεταλμένων τοῖς ἔργοις φαίνεσθαι. καὶ δὴ προσαφαιρεῖται μὲν πασῶν τῶν ἐκκλησιῶν ἅπαντα τὰ κειμήλια ὅσα ἐν ἀργύρῳ τε καὶ χρυσῶ̣ καὶ σηρικοῖς ὑφάσμασι διετίλει, ἀποκλείει δὲ καὶ τὰς ἐκκλησίας τοῦ μή τινα εἰσφοιτᾶν ἐν αὐταῖς εὐχῆς ἕνεκα, κλεῖθρα καὶ μοχλοὺς τοῖς πυλῶσιν ἐπιβαλών· καὶ ταῦτα μὲν κατὰ τὴν Ἀντιόχου πόλιν ὁ τῆς Ἀνατολῆς ἄρχων εἰργάζετο.

[§ 24] Ὁ δὲ βασιλεὺς Ἰουλιανὸς ἔτι κατὰ τὴν Κωνσταντινούκολιν

[*](18–30 vgl. Sozomen. V 8, 1 — 25 ff vgl. unt. S. 94, 11 f u.)[*](4c fehlt in V | 11/12 προσόδους wie Joh. Chrys. 559 C | 14 τζακόρουσ R | νεοκόρουσ ST | 15 κανηφόροις Symeon κανιφόρουσ HSS | 16 πλεῖστα P > RSMT Symeon | 17 ὁ δυσσεβὴσ ἰουλιανὸσ P > RSMT Symeon | 18 μητρὸς ἔχων = Symeon] τῆσ μητρὸσ αὐτοῦ ἀδελφὁν ἐχούσησ T, s. unt. S. 96, 10 f | 19 ἀπαρνησάμενον usw. u. 21 ἄρχοντα τῆς Ἑῴας vgl. unt. S. 96, 10 u. 97, 1 f | 24 μείζων Symeon μείζω (μεῖζο Τ) HSS | 28 nach κλεῖθρα + δὲ S | μοχολοῖσ P)
83

τὰ τῶν δαιμόνων, τὰ δὲ τῆς εὐσεβείας, ὡς ἐνόμιζεν, εἰς ἀφανισμὸν [*](Phot.) συνελαθείη.