Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
14. Ὅτι προστάξας, φησίν, Ἰουλιανὸς τὰ Ἱεροσόλυμα ὡς ἂν τὰς περὶ αὐτῶν δεσποτικὰς προρρήσεις ἀκύρους ἐλέγξῃ, τοὐναντίον ἅπαν ὡν ἐσπούδασεν ἐξειργάσατο. ἄλλα τε τέρατα ὑπερφυῆ τὸ ἔργον κατασκήψαντα ἐπέσχεν καὶ δὴ καὶ τῶν θεμελίων εὐτρεπιζομένων εἷς τῶν λίθων, τῶν εἰς τὴν ἐσχάτην κρηπῖδα τεταγμένων, κινηθεὶς στόμιον ἄντρου τινὸς παρέδειξεν ἐνειργασμένου τῇ πέτρᾳ. ὡς δ᾿ ἄπορον ἦν διὰ τὸ βάθος ἰδεῖν τὰ ἔνδον, βουλόμενοι γνῶναι τὸ σαφὲς οἱ τοῖς ἔργοις ἐφεστῶτες καθιᾶσί τινα τῶν ἐργατῶν σχοίνου μακρᾶς ἐκδησάμενοι. ὁ δὲ καθιμηθεὶς ὕδωρ μὲν εὑρεν εἰς μέσας κνήμας κατὰ τὸ ἄντρον συνεστηκός· πανταχῆ δὲ περιελθὼν καὶ τῶν τοίχων ἐφαψάμενος, τετράγωνον μὲν το ἄντρον ἔγνω, ἀναστρέφων δὲ καὶ κατὰ τὸ μέσον γεγονώς, ἐντυγχάνει στήλῃ τινὶ βραχὺ διεχούσῃ τοῦ ὕδατος· ᾗ τὴν χεῖρα ἐπιβαλὼν εὑρίσκει βιβλίον αὐτῇ ἐπικείμενον, λεπτοτάτῳ καὶ καθαρωτάτῳ περιειλημένον ἡμιτυβίῳ. ἀνελόμενος δὲ ὡς εὗρεν τὸ βιβλίον, σημαίνει δεῖν αὐτὸν ἀνακομίζειν
Ἀνακομισθεὶς δὲ ἐπιδείκνυσι τὸ βιβλίον καὶ εἰς θάμβος ἅπαντας ἄγει, μάλιστα δ’ ὅτι καὶ νεουργὸν καὶ Μιγῆ παρεῖχε τὴν θέαν, καὶ ὡς ἐν ἐκείνω ἀνευρεθὲν τῷ χωρίω. τὸ δὲ ἄρα τὸ βιβλίον (ὃ καὶ πλέον Ἑλληνιστὰς καὶ Ἰουδαίους κατέπληξεν) εὐθὺς κατ ἀρχὰς ἀναπτυχθὲν μεγάλοις ἔλεγε γράμμασιν· ἐν ἀρχῇ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἠν ὸ λόγος.‘ καὶ ἁπλῶς ὁλόκληρον ἡ γραφὴ τὸ εὐαγγέλιον ἐδείκνυ, ὅπερ ἡ θεολόγος τοῦ μαθητοῦ καὶ παρθένου εὐηγγελίσατο γλῶσσα. ἐδήλου δὲ ἄρα μετὰ τῶν ἄλλων παραδόξων ἔργων ἃ κατ᾿ ἐκεῖνο καιροῦ οὐρανόθεν ἐπεδείχθη, μὴ ἄν ποτε διαπεσεῖν τὴν δεσποτικὴν ἀπόφασιν, ἥτις τὴν εἰς τέλος ἐρήμωσιν τοῦ νεὼ προανεῖπεν. καὶ γὰρ θεόν τε ἐθεολόγει τὸ βιβλίον τὸν ταῦτα προτεθεσπικότα καὶ
[*](5–8 s. ob. S. 95 — 24 ff u. 31 f Joh. 1, 1 u. 3 — 29 f vgl. ob. S. Matth. 24, 15. Mark. 13, 14. Luk. 21, 20. Dan. 9, 27)[*](* 9–S. 100, 8 Niceph. H. E. X 33 PG 146, 541 D 3)[*](6/7 vgl. Theodorefc III 20, 1: τὴν δεσποτικὴν . . . πρόρρησιν διελέγχειν | 9 τῶν2 > ed. 11 ἄπορον Νic. ἄποροσ B | 12 καθιῶσί ed. | 14 πανταχοῖ ed. | 18 καθαροτάτῳ ed. | 20 δὲ] δὲ] ed. 1 21 δ’ ὅτι] ob διότι oder γ’ ὅτι? | 22 ἂν εὑρεθὲν ed. | τὸ δὲ B, ob τόδε oder ἄρα [τὸ]? | 29 τὴν > ed. | 30 B)δημιουργὸν ἁπάντων καὶ ἔλεγχος ἦν τοῦ μάτην ἐκείνους περὶ τὴν οἰκοδομὴν πονεῖσθαι, τῆς θείας καὶ ἀμεταθέτου ψήφου τὸν εἰς τέλος τοῦ νεὼ ἀφανισμὸν καταψηφισαμένης.
Τὰ μέντοι Ἱεροσόλυμα Ἰεβοὺς πρότερον ἐκαλεῖτο, τῶν τῆς Βενια- μίτιδος φυλῆς ταύτην ἐνοικούντων, πρὶ ἢ Δαυΐδ ὁ βασιλεύς, ὑποσχέσει στρατηγίας ἑλὼν αὐτὴν διὰ τοῦ Ἰωάβου, ἐκείνῳ τε τὴν ὑπόσχεσιν ὡς ὑπεδέξατο δίδωσι καὶ αὐτὸς πόλιν ἐν αὐτῇ δειμάμενος μητρόπολιν τοῦ παντὸς ἔθνους τῶν Ἑβραίων ἀπειργάσατο.