Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
3. Ὅτι μετὰ τοὺς πολλοὺς ἐπαίνους Εὐνομίου οὐ μόνον μόνον ὡν ὑπέσχετο διενοήθη περαίνειν Εὐδόξιος, ἀλλὰ κἀκεῖνον ἐπεχείρει πείθειν γραφῇ τήν τε καθαίρεσιν Ἀετίου καὶ τὴν έν Ἀριμήνῳ ἔκθεσιν ὑποσημήνασθαι, εἰς τὸ τῆς οἰκονομίας πρόσχημα τὸ ἔκθεσμον αὐτοῖς καταρυθμίζων καὶ ἀθέλητον. ἐφ’ οἷς ὀ Εὐνόμιος βαρέως ἐνεγκὼν οὐδέτερον μὲν ὑπέστη· προσαπολιμπάνει δ᾿ αὐτοῖς καὶ τὴν Κύζικον πρῶτα μὲν λόγοις, εἶτα δὲ καὶ γράμμασι, καὶ πρὸς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφικνεῖται.