Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

1. Ὅτι τὸν Εὐνόμιόν τινες τῶν έν τῷ κλήρῳ Κυζίκου διαβάλλουσιν ὡς ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγούμενον, τὸ μὴ κατ’ οὐσίαν ὅμοιον εἰς κατηγορίαν ἀνομοιότητος πατρὸς πρὸς υἱὸν μετασκευάζοντες· καὶ τὰ παλαιὰ δὲ μετακινεῖν ἔθη, καὶ τοὺς μὴ συνασεβεῖν ἐθέλοντας διασκευάζειν. ἐπὶ τούτοις θόρυβος τὴν Κωνσταντινουπολιτῶν ἐκκλησίαν εἶχεν, ἀνακινοῦντος αὐτὴν ἐπίτηδές τινος τῶν έν αὐτῇ πρεσβυτέρου, Ἡσυχίου τοὔνομα. διὸ μετάπεμπτον ὁ Εὐδόξιος τὸν Εὐνόμιον ποιεῖται. παραγεγονὼς δὲ ὁ μὲν τῆς βραδυτῆτος καὶ ὀλιγωρίας τῶν ὑπεσχημένων τὸν Εὐδόξιον ᾐτιᾶτο· ὁ δὲ περὶ τούτων μὲν ὑπεκρίνατο μὴ ἂν ἀμελῆσαι, δεῖν δὲ πρὶν τὴν περὶ αὐτοῦ γεγενημένην διαλῦσαι στάσιν. ἐντεῦθεν εἰς ἀπολογίαν ὁ Εὐνόμιος τῷ Κωνσταντινουπόλεως κλήρῳ καταστάς, οὕτω τοὺς πρὶν θορυβοῦντας εἷλεν, ὡς μὴ μόνον εἰς τὴν ἐναντίαν μεταστῆσαι δίξαν, ἀλλὰ καὶ μάρτυρας αὐτοῦ θερμοὺς τῆς εὐσεβείας γενέσθαι. καὶ γὰρ ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν οὐ μόνον οὐδαμῶς ἐν οἷς ἐδημηγόρησε δογματίζειν ἐφωράθη, ἀλλά γε καὶ ὅμοιον κατὰ τὰς γραφας ἀνακηρύττειν ἐπαρρησιάζετο. τὸ μέντοι ὅμοιον κατὰ τὴν οὐσίαν οὐ προσίετο, ἴσον εἰς βλασφημίαν λέγων εἶναι ὄμοιον κατ’ οὐσίαν τῷ πατρὶ τὸν υἱὸν καὶ μὴ ὁμοιότατον φρονεῖν κατὰ τοὺς μονογενεῖ θεῷ πρὸς τὸν ἀπαθῶς γεγεννηκότα πατέρα προσήκοντας λόγους. οὐ μόνον δὲ τὸν κλῆρον οὕτως διέθηκεν, ἀλλὰ καὶ πάδημον ὅλην ἐκκλησίαν, τὰ αὐτὰ διαλεχθείς, εἰς μέγα καὶ γλυκὺ θαῦμα καὶ σοφίας καὶ εὐσεβείας εἱλκύσατο. ἐξ οὗ καὶ τὸν Εὐδόξιον ὐπεραγασθέντα ἀναβοῆσαι· »ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη [*](1 ff vgl. Sozomen. VI 26, 5 ff. Theodoret H. E. U 29, 2 ff u. Haer. Fab. IV 3 PG 83, 417 f. Socrat. V 24, 1 — 19 ff u. S. 71, 7 f vgl. Albertz, Untersuch, über die Schriften des Eunom., Diss. Halle a. S. 1908 S. 45 f u. 53 — 25 f I Kor. 9, 3) [*](1 Titel rot geschrieben B | 11 περὶ 1 M π(αρὰ) B | ἀπεκρίνατο Val. 14 εἷλεν aus εἷλον corr. B | 15 καὶ1 > ed. | 16 ἐδημιούργησε B, corr. vgl. unt. S. 71, 4)

71
ἐστίν‘, καὶ κρότον ἀγεῖραι τῷ πλήθει, ὡς εὖ καὶ κατὰ καιρὸν τὴν Phot. ἱερὰν ἀνειπόντος χρῆσιν.