Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
2a. [zu Z. 10 — 12] Suidas s. v. Αὐξέντιος· Μοψονεστίας ἐπίσκοπος, ὃς ἦν τῶν ὁμολογητῶν ὀνομαζομένων. ἠν δὲ παρὰ τῶν ἐπιφανῶς τῷ βασιλεῖ Λικινίῳ στρατευσαμένων τῶν ὑπογραφεων τουτου γενόμενος, οὓς δὴ νοταρίους Ῥωμαῖοι καλοῦσι. τὸ δὲ τῆς ὁμολογίας τοιόνδε γέγονεν εἶδος· ἦν ἔν τινι τῆς βασιλικῆς ἑστιας αὐλῇ κρήνη τε ὕδατος καὶ ἐπ’ αὐτῇ Διονύσου ἄγαλμα, καὶ ἄμπελος μεγάλη περικειμένη καὶ σκιερὸν ἐπιεικῶς καὶ συνηρεφῆ τὸν ἅπαντα τόπον ἐργζομένη. ἐνταῦθα ὁ Λικίνιος κατὰ πρόφασιν ἀπαγωγῆς ἀφικόμενος, τοῦ τε Αὐξεντίου αὐτῷ καὶ ἄλλων πολλῶν ἐκ τῆς θεραπείας παρεπομένων, εἰς τὴν ἄμπελον ἀνιδών, ἐθεάσατο βότρυν ὡραῖόν τινα καὶ μέγαν τῶν κλημάτων ἀπαιωρούμενον. τοῦτον προσέταξε τῷ Αὐξεντίῳ τεμεῖν. ὁ δὲ αὐτίκα τὸ προσηρτημένον ταῖς ἀναξυρίσιν αὐτοῦ μαχαίριον ἀφελόμενος ἔτεμε μηδὲν ὑπεδόμενος. ὁ οὖν Λικί-
[*](* 25 ἐνταῦθα — 26 ἀφικόμενος wiederholt Suidas s. v. Ἀπαγωγάς)[*](18 μομψονεστίασ TUAR | 19 nach ἐπίσκοπος + στρατιώτησ (στρατιότησ ἐπιφανὴσ λικινίου λικιννίου · καὶ ὁμολογητὴσ · διὸ καὶ παρ’ αὐτοῦ διωχθεὶσ παρὰ τῶν ἐντοπίων προεχειρίσθη ἐπίσκοποσ SV | παρὰ] περὶ B 19/20 ἐπιφανῶν BE | 20 λικινίω V u. (λικινίω A.) Α2 λικιννίων S | 21 SV | 22 τοιόνδε] τοιοῦτον U | 23 αὐλὴ TUAR | 25 u. 30 | λικίννιοσ A 26 αὐτὸν SV | 28 καὶ μέγαν > BE | μέγα SV | 30 ὑπειδόμενοσ so HSS)ἐκεῖ κακῶς ἀπορρῆξαι τὸν βίον διὰ τὸ βάβαρον καὶ μισάνθρωπον τῶν ἐνοικούντων. αὐχμοῦ δὲ καὶ λοιμοῦ τὴν χώραν ἔχοντος ἀνυποστάτου, ὡς οὗτος ὁ δυσσεβὴς ψευδολογεῖ, τὸν Ἀέτιον ἐξιλεωσάμενον τὸ θεῖον λῦσαι μὲν τὰ δεινά, παμπόλλης δὲ τυχεῖν ὑπὸ τῶν ἐνοικούντων εὐνοίας τε καὶ σεβασμιότητος.