Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

8. Ὅτι, φησί, Βασίλειος, συλλαβὼν μεθ’ ἑαυτοῦ τόν τε τῆς Σε-

[*](9 f vgl. Cedren. I 529, 15 Zonar. XITI 11, 29 f — — S. 62, 24 vgl. Eunom. bei Gregor. Nyss. C.Eunom. I PG 45, 256 — 260 A u. 265 BC. Sozomen. IV 24, 4f — 17—18 S. 62, 15 vgl. Sozomen. TV 13 f. Theodoret H. E. II 25, 3 ff)[*](1 καθάρσιόν Gothofred. καθαρσίων B | 4 ἐκεῖνον τῆς] τῆς ἐκείνων Val., unrichtig; ἐκεῖνον = τὸν Εὐδόξιον; vgl. ob. S. 60, 14 — 16 | 6 ἀντιοχείαν 8 ob τῆς γνώμης? | 9 τῷ Val. τὸ B; vgl. Cedren.: τῷ τῆς μητρομανίας περιέπεσε πάθει; μητρομανίας auch bei Zonar. | 11 εὐφημίζετο ed.)

τὸν τοῦ μαρτυρίου στέρανον ἀνεδήσατο, Καίτοι πρότερον ἡδονῶν [*](Suid.) ἥττων φανείς. ἀλλ’ ἐβουλήθη τὰς πρώτας κηλῖδας διὰ τοῦ μαρτυρικοῦ αἵματος ἀπορρύψασθαι. ἥλους γὰρ μεγάλους ἑκατέρου τῶν ποδῶν ἓξ τὸν ἀριθμὸν αὐτῷ διαπερονήσαντες, πυρὶ παρέδοσαν· καὶ ἐπειδὴ αὐτίκα πρὸς τὴν φλόγα χανὼν ἀπέθανεν, ἡμίφλεκτον ἔτι καὶ σῶν οἱ προσήκοντες τὸν νεκρὸν ἀνελόμενοι ἔν τινι ἀγρῷ Σουβὶλ λεγομένῳ κατέθεσαν.

[*](25 ἀνεδύσατο SE | ἡδονῆσ SV | 26 ἀλλ’ — 27 ἀπορρίψασθαι > τοῦ BE > AR | 27 ob ἥλοις γὰρ μεγάλοις ἑκάτερον? | ἑκατέρου ἑκα τῶν ποδῶν nach 28 διαπερονήσαντες ~ SV | nach ποδῶν + αὐτοῦ E 28 τὸν ἀριθμὸν aus τῶν ἀριθμῶν corr. AS > E | αὐτῶ R αὐτοῦ ABs > καὶ ἐπειδὴ — 31 κατέθεσαν] ἐτάφη ἔν τινι τόπω σούβιλον λεγομένω SV | 29 Χανὼν] χωρῶν BE | σῶιν A σῶον BE | 30 σουβὶ AR)
62
[*](Phot.)

βαστείας Εὐστάθιον καὶ ἑτέρους ἐκκλησιῶν προεστῶτας, τόν τε Ἀέτιον μάλιστα εἶτα δὲ καὶ τὸν Εὐδόξιον πρὸς τὸν βασιλέα διασύρει, ἄλλα τε πλάττων περὶ αὐτῶν καὶ ὡς εἴησαν μύσται καὶ κοινωνοὶ τῆς κατὰ Γάλλον ἐπαναστάσεως, συμπεριλαβὼν ταῖς κατ’ ἐκείνων διαβολαῖς καὶ τὸν Θεόφιλον. ὁ δὲ πεισθείς, μάλιστα δὲ διὰ τῶν γυναικῶν ταύτας γὰρ οἱ περὶ Βασίλειον πρὸς τὴν ἑαυτοῦ γνώμην προκατειρrάσαντο), τῷ μὲν Θεοφίλῳ ζημίαν ἐπιβάλλει τὴν ἐν τῷ Πόντῳ Ἡράκλειαν οἰκεῖν ὑπερόριον, τὸν δὲ Εὐδόξιον τῆς Ἀντιοχείας ἀποστάντα διαμένειν οἴκοι, Ἀέτιον δὲ καὶ ἑτέρους τινὰς τῶν σὺν αὐτοῖς εἰς τὴν τῶν διαβαλλόντων διδωσιν ἐξουσίαν. ἐτύγχανον δὲ οἱ περὶ Βασίλειον καὶ κατὰ πρόσωπον τοῦ βασιλέως περὶ τῆς πίστεως διειλεγμένοι, έν οἷς τὸ μὲν ὄμοιον τῷ πατρὶ λέγειν κατὰ πάντα τὸν υἱὸν διετρανοῦτο, οὐσίας δὲ ὅλως οὐδὲ ὀνόματι μνήμη τοῖς ἄλλοις λόγοις συνεισήγετο. ταύτην δὲ τὴν δόξαν καὶ συνόδου κρίσει καὶ ὑπογραφαῖς βεβαιῶσαι διεσπούδασαν. μετ’ οὐ πολὺ δὲ καὶ Εὐνόμιος, τῆς φήμης τῶν ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἀψηφισμένα, ἁλίσκεται κατὰ τὴν ὁδὸν ὑπὸ τῶν ἀμφὶ Βασίλειον καὶ εἰς Μιδάειον φυγαδεύεται, πόλιν τῆς Φρυγίας· τὸν δὲ Ἀέτιον, ὑπὸ τὴν ἐξουσίαν πεσόντα τῶν ἀμφὶ τὸν Βασίλειον, ὑπερόριον ἡ Πέπουζα τῆς Φρυγίας εἶχεν· Εὐδόξιος δὲ εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπεχώρησεν τὴν Ἀρμενίαν. ἀλλὰ καὶ ἕτεροι ταῖς ὑπερορίαις ἐδόθησαν, ταῖς περὶ τὸν Βασίλειον ὑπαγόμενοι ψήφοις, ὧν ὁ ἀριθμὸς εἰς ἑβδομήκοντα σύμπας ἐκεφαλαιοῦτο.