Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
12a. [zu Z. 15–17] Photii Bibliotheca Cod. 40 ob. S. 2, 28 ff: δὲ (näml. ὁ Φιλοστόργιος) Ἀκακίου μάλιστα τοῦ Καισαρείας κατἀ Παλαιστίνην ἐπισκοπήσαντος δεινότητά τε ἀνυπέρβλητον καὶ πανουργίαν ἄμαχον, μεθ’ ὧν καὶ πάντων φησὶ κατισχῦσαι, τῶν τε ὁμοφρόνων δοκούντων, εἰς ἔχθραν δέ τινα καταστάντων, καὶ τῶν τἀναντία θρησκευόντων.
[*](33–38 vgl. unt. S. 66, 18 ff)μένων ὡς οὐκ ἀξίας νῦν ἐστι κρίσις ἀλλ᾿ ἀληθείας ἐπιζήτησις, [*](Phot.) δέχονται μὲν καὶ ἄκοντες οἱ περὶ Βασίλειον τὸν ἀγῶνα· καί, ὡς οὑτος λέγει, κατὰ κράτος τῇ τοῦ Ἀετίου γλώσσῃ ἡττήθησαν, ὡς μὴ μόνον ὁμολογῆσαι παρηλλάχθαι τὴν τοῦ γεννηθέντος οὐσίαν πρὸς τὴν τοῦ γειναμένου καὶ κατὰ μηδὲν κοινωνεῖν, ἀλλὰ καὶ χειρὶ οἰκείᾳ τὴν ὁμολογίαν, Ἀετίου τοῦτο προσαπαιτήσαντος, Βεβαιώσασθαι.
Μαθόντα δὲ ταῦτα τὸν βασιλέα καὶ ἣν πάλαι Βασίλειος κατὰ Ἀετίου διαβολὴν συνεσκευάκει κατὰ μέσης τῆς καρδίας ἀκμάζουσαν φέρονται τὸ συνενεχθὲν ἁρπάσαι πρὸς τὴν τῆς ὀργῆς ἐκπλήρωσιν. διόπερ ἄμφω μὲν εἰς θέαν παρίστησι, διαπυνθάνεται δὲ τοῦ Βασιλείου τίνα ἂν εἴη οἷς ἐπαιτιᾶται τὸν Ἀέτιον. ὁ δέ· ὡς ἀνόμοιον«, ἴφη, τῷ πατρὶ τὸν υἱὸν εἰσηγεῖται«. ἀμείψασθαι δὲ πρὸς ταῦτα τὸν Ἀέτιον τοσοῦτον ἐνδεῖν τῷ πατρὶ τὸν υἱὸν ἀνόμοιον εἰπεῖν ἢ δοξάσαι, ὥστε καὶ ἀπαραλλάκτως ὅμοιον αὐτὸν κηρύττειν. τῆς δὲ τοῦ ἀπαραλλάκτου φωνῆς ὑποδραξάμενος ὁ Κωνστάντιος, καὶ μηδ ἀνασχόμενος ὅλως ἔτι καταμαθεῖν καθ᾿ ὃν ἐκεῖνος τρόπον ἀνεφθέγξατο τὸ ἀπαράλλακτον, ἐκβληθῆναι μὲν κελεύει τῶν βασιλείων τὸν Αέτιον· ὕστερον δὲ τῇ συνδρομῇ Ἀκακίου καὶ καθαιρέσεως ὑποβληθῆναι ψήφοις, οὐ τῶν ὀρθοδοξούντων μόνων ὑποσημηναμένων τῇ καθαιρέσει, ἀλλὰ καὶ αὐτῶν τῶν εἰς τὰ μάλιστα τῷ φρονήματι κοινωνούντων, τῶν μὲν καὶ τὴν γωώμημ μεταβληθέντων, τῶν δὲ τὴν ἀκούσιον πρᾶξιν οἰκονομίας ῥήματι κατασχηματιζόντων. ὁ δὲ Κωνστάντιος, τὸν τῶν Ἑσπερίων τόμον προκομισάμενος, τούτῳ καὶ τῶν παρόντων τοὺς ἄλλους ὑποσημήνασθαι χειρὶ οἰκείᾳ διεκελεύσατο. περιείχετο δὲ τῷ τόμῳ ὅμοιον τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνομολογεῖν τὸν υἱόν. καὶ πάλιν ἐνταῦθα συνδρομῇ τοῦ Ἀκακίου, ὃς ἕτερος μὲν ἦν τὴν δόξαν, ἕτερος δὲ τὴν γλῶτταν, ὑπογράφουσι πάντες ὅσοι παρῆσαν, καὶ ὄσοι πρὶν ἐπρέσβευον τὸ ἑτεροούσιον.
[*](7 f s. ob. S. 61, 17 ff — 18–22 vgl. unt. S. 66, 14–18 — 25 f 30 De synod. 30. Socrat. II 41, 8 ff)[*](1 πιζήτησισ B | 19 τῶν Gothofred. τ(ὴν) B | μόνων aus μόνον corr. B 23 τούτῳ Bidez τούτων B τοῦτον Val. | 24 τοὺς ἄλλους > ed.)12b [zu Z. 18 ff u. unt. S. 66, 14 ff] Photii Bibliotheca Cod. 40 ob. S. 2, 16 ff: Οὗτος δὲ ὁ Ἀέτιος παρ’ αὐτῶν μὲν τῶν συναιρεσιωτῶν διὰ τὸ κἀκείνους ὑπερβαλέσθαι τῇ δυσσεβείᾳ, ὡς αὐτὸς οὗτος (näml. ὁ Φιλοστόργιος) καὶ μὴ βουλόμενος ἱστορεῖ, τῆς διακονίας καθῃρέθη.